255
ἐπανέ στρεψαν. 14.9.2 Ὁ δὲ βασιλεὺς ἠνιάθη μὲν ὅτι μὴ κατε λήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης ἡγήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μόνης τοὺς βαρβάρους ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς Μανιχαϊκῆς αἱρέσεως εἰς τὴν ἡμετέραν μετήνεγκε πίστιν, διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβε στάτων λόγων. Ὑποστρέψας τοίνυν καὶ αὖθις εἰς Φιλιπ πούπολιν καὶ μικρὸν διαναπαύσας ἑαυτὸν πάλιν ἀγώνων εἴχετο. 14.9.3 Τὸν γάρ τοι Κουλέοντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τούτοις Φῶλον, ἄνδρας προστάτας τῆς Μανιχαϊ κῆς αἱρέσεως καὶ τὰ μὲν ἄλλα κατὰ τοὺς ἄλλους Μανι χαίους, δεινοὺς δὲ ἐνστῆναι τῇ ἑαυτῶν κακοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμαντίνους, σπαράξαι δὲ τὸ θεῖον λόγιον καὶ κακοσχόλως αὐτὸ ἐκλαβεῖν εἰς ὑπερβολὴν εὐμη χάνους, τούτους μεταπεμπόμενος καθ' ἡμέραν ἑκάστην πρὸς αὐτοὺς τὸν λογικὸν συνεκρότει πόλεμον. Καὶ ἦν ἰδεῖν ἀγῶνα διπλοῦν, τοῦ μὲν βασιλέως, ὅπως σωθεῖεν, καὶ σφόδρα ὑπεραγωνιζομένου, τῶν δ', ὅπως νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικούντων. Ἑστᾶσι μὲν γὰρ καὶ οἱ τρεῖς θήξαντες ἀλλήλους καθάπερ συῶν ὀδόντες καὶ τοὺς λόγους τοῦ αὐτοκράτορος ἐν νῷ ἔχοντες δια τέμνειν· καὶ εἴ τις τὸν Κούσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλέων ἀντελαμβάνετο, καὶ ἀμηχανοῦντος Κουλέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο, ἢ καὶ πρὸς τὰς βασιλικὰς προτάσεις καὶ ὑποφορὰς ἄλλος ἐπ' ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις κατα λαμβάνοντα κύμασιν. Ὁ δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα· ὡς δὲ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα, προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀπο κληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρό μους στοάς. Οὐ μὴν ἄθηρος παντάπασιν ἦν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ' ἡμέρας ἑκάστης προσῆγε Θεῷ ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθηραμένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν πολυαριθμήτων. 14.9.4 Καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; Πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. Τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε· τοὺς δὲ χυδαιοτέρους συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶν καὶ πόλιν τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν, Ἀλεξιούπολιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτῆσιν ἀκίνητον. Οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ' ὥσπερ Ἀδώνιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρ ρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνους περιιστα μένας τὰς χάριτας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αὐτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὖθις τῶν δεδωρημένων ἀντέχον ται. Οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. 14.9.5 Ταῦτα μὲν οὕτω λελέχθω· τὰ γὰρ πλείω παρείθη. Καὶ μή τις ἐπι μεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγ γραφήν. Τῶν γὰρ νῦν ὄντων μάρτυρές εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. Καὶ ὁ μὲν αὐτοκράτωρ, πάνθ' ὡς ἐχρῆν πεποιηκώς, ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα πόλιν μετεσκηνώκει. Καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ