256
διατάξεις πρὸς τοὺς ἀμφὶ τὸν Κου λέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. Ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας, καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. Ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντό τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. Καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.
15.t.1 ΑΛΕΞΙΑΣ ΙΕʹ
15.1.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὴν Φιλιππούπολιν καὶ τοὺς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος· ἄλλος δ' ἐκεῖθεν αὖθις βάρβαρος ἐξαρτύεται κατ' αὐτοῦ κυκεών. Ἐβου λεύετο γὰρ ὁ Σολυμᾶς σουλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. Ἐπεὶ δ' αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη, ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ' αὐτοῦ συναρράξαι πόλεμον. Κεῖθι γὰρ τὸ σουλτανίκιον τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. ∆υνάμεις τοίνυν ἐξ ἀλλο δαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. Κατ' ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκρά τορι. Καὶ δυνάμεις ἁπανταχόθεν μὲν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας· ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκει μένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίζειν ἁπλῶς. Καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ τῶν βαρβάρων ἔργου. Οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλιτζιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐλῄζετο ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιησάμενος. 15.1.2 Καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦ τον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν· ἐκ διαστη μάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἦν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. Ἀλλὰ τοῦτο τὸ πάθος πρόσχημα ἐδόκει τοῖς περὶ τὸν Κλιτζιασθλὰν νοσή ματος, οὐ μέντοι νόσημα, ἀλλ' ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλημένη τὴν ποδαλγίαν. Κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον κἀν ταῖς μέθαις κἀν τοῖς πότοις· καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιίας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ βάρβαροι ἐποιοῦντο, καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. Πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. Καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. 15.1.3 Οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα, κἀντεῦθεν ἠρεθί ζετο πρὸς τὴν κατ' αὐτῶν μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. Τήν τε ∆άμαλιν διαπεράσας, καὶ τὸν ἀναμεταξὺ Κιβωτοῦ καὶ Αἰγιαλῶν διαπλῳσάμενος πορθμόν, καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖ θεν εἰς τὸ Λοπάδιον ἄπεισι, τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν