258
καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. Ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμπαρῆν τῷ αὐτοκράτορι, δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη δὲ ὅμως τῆς ἐκείνου γνώμης. Ἐπὰν δὲ πρὸς ἄριστον οἱ βασιλεῖς ἠπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβών, προσουδίσας τοῖς ποσὶ τοῦ αὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἵστασθαι ἐπώμνυτο, τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. 15.2.2 Ὁ δὲ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπά νοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. Ἡ δὲ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἶχε τὸν φόβον καὶ οὔτε λόγοις οὔτε σχήμασι τοῦτον ἐνέφαινεν. Ἀνδρεία γὰρ καὶ στάσιμος οὖσα τὴν φρένα καθάπερ <ἡ> παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδές τι ἐνε δείξατο καὶ ἀθαρσὲς ἦθος, οἷα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχούσας, ἐπειδάν τι φοβερὸν ἀκούσωσι. Καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδὸν αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. Ἀλλ' ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ αὐτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δὲ περὶ ἑαυτῆς ἐπεφόβητο. Οὐ τοίνυν ἐκείνη κατ' ἐκεῖνο καιροῦ ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιό τητος ἐπεπόνθει, ἀλλ' ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ προσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἷον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. Κἀκεῖθεν κατα βᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτε ταγμένον μονῆρες εἰσεληλυθυῖα, τὴν ᾐόνα τῆς Βιθυνῶν παραπλέουσα, θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. 15.2.3 Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ δὲ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιω τῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νίκαιαν ὥδευον. Οἱ δὲ βάρβαροι Ἀλανόν τινα κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ' αὐτῶν ἔφοδον δι' αὐτοῦ μεμαθηκότες, δι' ὧν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. Ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης (Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν μιξοβάρβαρον νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γεγονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώτατοι καὶ τῶν πάλαι ὑμνουμένων, [οὗτοι] κατὰ τὰς ἀκρολοφίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους περισκο ποῦντες, εἴ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας ... ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ' αὐτῶν πόλεμον μάχην συνεστήσαντο καρτερὰν ἡττήσαντες τούτους κατὰ κράτος. 15.2.4 Καταλαβὼν δὲ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου, κἀκεῖθεν αὖθις κωμόπολίν τινα Σαγουδάους ἐγχωρίως καλουμένην, καὶ τοῖς Τούρκοις μὲν μὴ ἐντυχών, μεμαθηκὼς δὲ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων, τηνικαῦτα ὁ αὐτὸς αὐτοῦ που ἔξωθεν τουτουῒ τοῦ καστελλίου τὸν χάρακα πήγνυται. Τῇ δὲ μετ' αὐτὴν ὡς παρὰ τὴν Ἑλενού πολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τῆς θαλάττης ἄπλωτον. ∆ιηγησάμενος οὖν τὰ συμ βάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτην ται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν, καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νίκαιαν. 15.2.5 Ἐκεῖσε δὲ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾧ μικρὸν χρο νοτριβήσας καί, μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ τουρκικὸν στράτευμα, τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει