259
πρὸς Κίον καὶ δι' ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν, ἤδη ἀπάρας ἐκεῖθεν, ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκουραν. Καὶ αὐτοῦ που βεβαιωθεὶς ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν, ὀλίγοι δέ τινες παρὰ τοῦ Μο νολύκου ἀποσταλέντες κατὰ τὸ ∆ολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη, ἐφ' ᾧ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις, Λέοντα μὲν τὸν Νικερίτην μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν, ἐγρηγορέναι τε διὰ παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ. 15.2.6 Τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαί ροις καταθέμενος τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν, στοχαζόμενος τοὺς σωθέντας βαρ βάρους τὴν κατ' αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις ἐντετυχη κότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέ στησαν, ὡς ἡττηθέντες οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἐπέλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. ∆ιὰ ταῦτα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἵν' ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ' αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος οὗπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο. Ἐπὰν δὲ ἀποθαρ ρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἔργου, τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀνα παυσαμένων καὶ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ' οὐ πολὺ σφοδρότερον τοῦ κατ' αὐτῶν ἅψη ται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξεται 15.2.7 ∆ιὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅπαντας τῶν στρα τιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν, τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης, καὶ αὐτοὶ δὴ οἱ στρατιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ διὰ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμῃ πολλὴν ἐπιμέλειαν τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι, καὶ μηδ' εἰς θήραν μηδ' εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέ ναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.
15.3.1 Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἷα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι, μεταπέμ πεται τὴν Αὔγουσταν δι' ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ' ᾧ συνεῖναι τούτῳ μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς ἐκεῖθεν ἀπᾶραι βουληθείη. Ἡ δὲ θᾶττον τὴν Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ' οἷς ὁ βασιλεὺς ἠπρακτήκει καὶ παν ταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. Ὁ δὲ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα, παρ' οὐδὲν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων κατα φρονῶν καὶ τοῦ νηπιώδους αὐτῶν καταγελῶν φρονήματος. Τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ' ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. 15.3.2 Ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις