260
σὺν εὐβουλίᾳ τῆς νίκης κρατήσειε· τὸ γὰρ θυμοει δὲς τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγο ρούμενον γίνεται καὶ θράσος ἐστὶν ἀντὶ θάρσους. Θαρροῦ μεν γὰρ τοῖς ὅπλοις καθ' ὧν δυνάμεθα· θρασυνόμεθα δὲ καὶ καθ' ὧν οὐ δυνάμεθα, ὥσθ' ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμα ται, ἀπὸ ... κατὰ πρόσωπον προσβαλεῖν, τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρα τεῖν ἐπειγόμεθα. Καὶ πρώτη ἐστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι νίκην ἀκίνδυνον· τέχνῃ δ' ἡνίοχος περιγίνε ται ἡνιόχοιο, φησὶν Ὅμηρος. Τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. Ἐμοὶ δὲ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαί τι πανοῦρ γον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλὰ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δὲ τρόπους, δι' ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, δια φόρους τε καὶ ποικίλους τὴν φύσιν. Τινὲς γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύϊ τῷδε τρόπῳ τοὺς ἐναν τίους νικήσαντες φαίνονται· ἄλλῳ δὲ ἄλλοι πολλάκις χρη σάμενοι τὴν νικῶσαν εἶχον. 15.3.3 Ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐναντίων ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ' οὗ κἀν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. Ὅπου μὲν καὶ στρατηγικῷ μηχανήματι συγχρησάμενος, ὅπου δὲ καὶ διὰ χειρῶν μαχόμενος, πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο τρόπαια. Ἦν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνε χεῖς ἦν ὁρᾶν αὐτῷ τοὺς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο καὶ ὁμόσε τοῖς βαρβάροις ἐχώρει, ποτὲ δὲ καὶ ἐσχηματίζετο ὑποκατα κλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. Καὶ ἵνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν τρι βόλων θέσιν· καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. 15.3.4 Πάλιν δ' ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν ὅτι περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ' ἡ τῶν πραγμάτων φύσις. Τί γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; Ἐγὼ μὲν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. Ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ' ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα, καὶ ἴσα σιν ὁπόσοι τὰ καθ' ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. Οὐ μὴν ἐν τῷ τῆς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. Ἄλλος μὲν γὰρ καιρός ἐστιν εὐνοίας πατρικῆς, καθ' ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτερος δὲ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. Εἰ δ', ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. 15.3.5 Ὁ μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. Ἄλλο δ' οὐδὲν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ' ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαί νειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. Τοῦ ἡλίου δὲ τῶν