261
μειζόνων ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν φθινοπω ρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέ ρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς ἐκστρα τείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ' ὃν ἀρχῆθεν προέθετο λογισμόν. 15.3.6 Καὶ τηνικαῦτα 15.3.6 τὴν Νίκαιαν καταλαβών, εὐζώνους στρατιώτας μετ' ἐμπεί ρων ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος, εἰς προνομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρε κελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκου μένους δὲ τῇ δεδομένῃ μετ' εὐταξίας πάλιν τὴν ὑποστρο φὴν παρηγγύα ποιεῖν. Καταλαβόντες οὖν ἅμα τῷ αὐτοκρά τορι τόπον τινὰ .... διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μὲν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακει μένην καταλαμβάνει γέφυραν. Εἶτα ἐν τρισὶν ἡμέραις διὰ τοῦ Ἀρμενοκάστρου καὶ τῶν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ ∆ορυλέου καταλαμβάνει πεδιάδας. Ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας, καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτικὴν πάντως ἐγνωκέναι δύναμιν, ἣν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολ λάκις συνεγράψατο σχηματίζων τὰς παρατάξεις (ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας, κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. 15.3.7 Εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς ὅτι ἡ τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ', ὡς Ὅμηρός φησιν, ἀσπὶς [δ'] ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιὸν κέρας τοῖς Τούρ κοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ' ἀλλήλων διέσπασ ται καὶ ἑστήκασιν οἷον ἀπερρωγυῖαι ἀπ' ἀλλήλων αἱ φάλαγγες, καὶ ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ' ἐ κεῖνο μέρος τῆς ὅλης παρατάξεως, καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν. Τὰ δὲ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγό μενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τό ξοις βάλλουσιν, καὶ ἔστιν ἡ ἄμυνα τούτων πόρρωθεν. Ὁπό ταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καὶ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθὲν δι' ὅλου τοῦ σώματος παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι. 15.3.8 Πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδών, τὰς παρατάξεις αὐτὸς ἐπεποίητο, καὶ συνίστα τὰς φάλαγγας οὕτως ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δὲ ἡμετέρους ἐκ τῶν ἀριστερῶν βάλλειν, ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. Καὶ αὐτὸς μὲν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. Ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγή θεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ αὐτοκράτορος σκέμματι. Ἐκεῖνος δὲ ἅμα καὶ τὰς δυνάμεις κατανοῶν καὶ τὰς πεδιά δας δι' ὧν διιέναι ἔμελλε, φανταζόμενος καὶ τὸ τῆς παρα τάξεως στερρὸν καὶ ἀδιάσπαστον λογιζόμενος, χρηστὰς ἐλπίδας ἐντεῦθεν ἐλάμβανε καὶ εἰς ἔργον ταύτας Θεῷ προ βῆναι ἐπηύχετο.
15.4.1 Οὕτω γοῦν παραταξάμενος τὴν Σαντάβαριν κατέλαβε ........ τοὺς ἡγεμόνας ἅπαντας τῆς τοιαύτης παρατάξεως διελὼν τὸν μὲν Καμύτζην κατὰ τοῦ Πολυβό του καὶ τῆς Κέδρου ἐξέπεμψε (πολίχνιον δὲ τοῦτο ἐρυμνό τατον παρά τινος σατράπου Πουχέα καλουμένου κατεχό μενον), τῷ δέ γε Στυπειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελθεῖν ....το. Αἰσθέμενοι δὲ τῆς βουλῆς δύο τινὲς Σκύθαι αὐτόμολοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτζη διεμήνυον ἔφοδον, ἅμα δὲ