1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

262

καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. Ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχε θεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτζης τὸν μὲν Πουχέαν οὐχ εὗρεν, ἀλλ' οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δὲ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς πρὸς οὐδὲν τούτων ἀπένευσεν, ἀλλ' ἠνιᾶτο καθάπερ οἱ θηραταὶ τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες, καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι. Καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μὲν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δὲ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὴν τοῦ αὐτοκράτορος ἀπεκδεχόμενος ἔλευσιν. Τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν κατα λαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. 15.4.2 Κατα λαμβάνει δὲ καὶ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. Καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοῦ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ που διακεί μενα. Ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοῦ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. Καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου τοῦ Λεβούνη καὶ Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ' αὐτοὺς εἰς ἀξιόμαχον παραστήσας δύναμιν, κατ' ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι, καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίσαι οἱ. 15.4.3 Ἐκεῖνοι μὲν οὖν εὐθὺς τῆς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. Ταῦτα διαλογιζό μενος καὶ ἔργου ἀπάρτι ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρ βάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον, τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας, ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώ ποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι· ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυ κεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν. Τὸ μὲν ἐδεδίει μὴ ἐν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. 15.4.4 Βουλὴν οὖν βουλεύε ται συνετήν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατὰ τῶν περὶ τὸ Φιλομήλιν ἐξορμῆσαι βαρβάρων. Ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τρα πέζης, παννύχιον τὸν ὕμνον καὶ ἐκτενεῖς τῷ Θεῷ προσέ φερε τὰς ἐντεύξεις. Κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καί, παρρησίᾳ λύσας ἁπάντων, ὑπανεγίνωσκε τῷ αὐτοκρά τορι τῆς πρὸς τὸ Φιλομήλιν ἀνθέξεσθαι ὁδοῦ παρακελευό μενον. 15.4.5 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης, ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ, στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον, παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν τοῦ Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. Ἕτεροι δὲ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες, παρατυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος, ἀφαιροῦνται τὰ παρα τυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς τῶν στρατιωτῶν. Ὁ δὲ Βούρτζης [ἐκεῖθεν] νικητὴς ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν, συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχο μένων καί, μεμαθηκὼς ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. Ὀξέως δὲ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων, ἤθελε μὲν καὶ αὐτὸς