263
ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. Καὶ διὰ τοῦτ' ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων, κατὰ τὸ περίορθρον τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. Κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμ βάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγό μενος, καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ ἑαυτόν τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος, ἀνίσχοντος ἡλίου τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. 15.4.6 Ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. Ἐφ' ἱκανὸν δὲ τὴν μάχην ἀναδεξά μενοι τοὺς δορυαλώτους ᾐτοῦντο καὶ τὰ ἐξ αὐτῶν ἀφαιρε θέντα λάφυρα, διαβεβαιούμενοι ὡς, εἰ τῶν ἐπιζητουμένων τύχοιεν, οὐκέτι προσβαλεῖν τοῖς Ῥωμαίοις ἐπιχειρήσουσιν, ἀλλ' οἴκαδε ἀπελεύσονται. Ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτερῶς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. Ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταμοῦ τινος κατέλαβον, κατέψυχον τὸ καύμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ αὖθις τοῦ πολέμου ἀντεχομένων, οἱ προκεκμηκότες διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. 15.4.7 Τοσαύτην δὲ τῶν βαρ βάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων, ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρα τιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν κομί σοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν Λεβούνην. Ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος Τούρκων παρῆν, ῥιψοκινδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. Ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἦν καὶ τὸ στράτευμα ἐξώπλιζε. Καὶ οὕτω κατὰ φάλαγγας καταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. 15.4.8 Εἶχε δὲ τὸ μὲν ἔμπρο σθεν κέρας ὁ βασιλεύς [Μιχαήλ], τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. Ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφα δάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῷ ἐφελκυσάμενος Ἄρεως ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ' αὐτοῦ πρότερον ἐφωρμηκόσι, πλήττε ται μὲν τηνικαῦτα κατὰ τοῦ γόνυος, πλήττει δὲ τὸν παί σαντα κατὰ τὸ στέρνον διὰ τοῦ δόρατος. Ὁ δὲ παραχρῆμα τοῦ ἵππου κατενεχθεὶς ἄφωνος ἔκειτο. Τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυ τίκα διδόασιν. Ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολα βὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. 15.4.9 Καὶ περὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ' αὐτὴν τὰ καλού μενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν δ' ἀπάρας τὸ Φιλομή λιν ἐξ ἐφόδου κατέσχεν. Εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ' ἡγεμόνων γεν ναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων κωμοπόλεων ἐξαπέστειλεν, ἐφ' ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. Οἱ δὲ ὡς θῆρές τινες δια σπαρέντες ἁπανταχοῦ ἀγεληδόν, πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανῄεσαν μετὰ τῶν σκευῶν αὐτῶν τούτους ἐξανδραποδισάμενοι πάντας. Συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ αὐτόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἴς τι κρησφύγετον ἐς τὸν αὐτοκράτορα προσπεφευγότες. Ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν