265
ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. Ὃς εἰς τὸ χαριέστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. Ὦ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἅλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; Μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιά ζεται, ἀλλ' ὁ τῆς ἱστορίας νόμος ἐκεῖθεν αὖθις ἀπείργει. Θαυμάζειν δὲ ἔστι πῶς οὐ γίνεταί τις καὶ νῦν καθά περ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής. Καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμεί βειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. Εἰ γὰρ τοῦτ' ἦν, τάχ' ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά. 15.6.1 Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφό ρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν, μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. Καὶ τηνικαῦτα οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. Πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώ κασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν. Τῶν δὲ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος, ἀπεγνωκὼς τὰς σῳζούσας ἐλπίδας, μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνου φεύγων περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱδρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριττοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ Οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε. Καὶ μικρὸν ἐπὶ θάτερον παρεκκλίνας, ἐπεὶ μηδὲ γνώριμος τοῖς διώκου σιν ἦν, αὐτὸς μὲν σέσωστο, ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. Ὁ μὲν οὖν βασιλεὺς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοὺς ἐχθροὺς ἔχαιρεν, ἠνιᾶτο δὲ ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικροῦ, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, ἐρρύσθη. 15.6.2 Ἑσπέρας δὲ ἤδη καταλαβούσης αὐτοῦ κατὰ τόπον αὐλίζε ται, οἱ δὲ περισωθέντες τῶν βαρβάρων, αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες, πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι' ὅλης νυκτὸς κατὰ τῶν Ῥωμαίων ὡς κύνες περιυ λάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ ῥωμαϊκοῦ στρα τεύματος καὶ προσεληλυθὼς τῷ σουλτὰν ἔφη· «Τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας οὔσης μηδαμῶς ἐπιχεί ρει· οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖται. Ἀλλ' ἐπεὶ μὴ ἀποχρώ σης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήξατο, δι' ὅλης νυκτὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ' αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῦσαν ζημίαν τῷ ῥωμαϊκῷ στρατεύματι ὑφέξουσι.» 15.6.3 Τηνικαῦτα δὲ καὶ μιξοβάρβαρός τις ἐκεῖθεν αὖθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιτᾷ, ἀπαγγέλλων ὁπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευ μένα ἅπαντα κατὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος σαφῶς διηγή σατο. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στρά τευμα, τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄντας ἐγρηγορέναι καὶ νήφειν προσέταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαί τε καὶ ἔξωθεν τῆς παρεμβολῆς ἐξελθόντας προϋπαντῆσαι τοῖς κατ' αὐτῶν ἐρχομένοις Τούρκοις καὶ τὴν μετ' αὐτῶν ἀναδέ ξασθαι μάχην. Οἱ δὲ βάρβαροι δι' ὅλης νυκτὸς γυρόθεν περιζώσαντες τὸ στράτευμα, πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βουνῶν ποιούμενοι, συχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. Οἱ δὲ Ῥωμαῖοι, κατὰ τὰς ὑπο θήκας τοῦ αὐτοκράτορος ποιοῦντες, ἐφύλαττον ἑαυτοὺς μὴ διασπῶντες τὴν παράταξιν. Ὑπαυγαζούσης δὲ τῆς ἡμέ ρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν, καὶ τὴν λείαν καὶ τὰς σκευὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δορυαλώτους μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατά ξεως αὖθις ἐλάσαντες, τὴν πρὸς Ἀμποῦν ὥδευον. Πόλε μος δὲ τηνικαῦτα