266
καταλαμβάνει τούτους βαρὺς καὶ δεινός. Ὁ γὰρ σουλτάνος, συνάξας αὖθις τὰς δυνάμεις καὶ περι ζώσας τὸ στράτευμα, γυρόθεν καρτερῶς ἐμάχετο, μηδαμῶς δὲ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ' ὥσπερ ἀδαμαντίνοις τείχεσι προσβαλὼν ἄπρακτος ἀπεπέμ φθη. Ἠνιᾶτο γοῦν δι' ὅλης ἐκείνης τῆς νυκτὸς <καὶ> καθά παξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκου καὶ τῶν λοιπῶν σατρα πῶν ἐβουλεύετο, καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ᾐτεῖτο τὸν αὐτοκράτορα τούτου πᾶσι τοῖς βαρβάροις συνδό ξαντος. 15.6.4 Οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτου τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε. Καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύ σατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε τῶν ἵππων ἀποβάντας μήτε τὰς σκευὰς τῶν ὑποζυγίων ἀποσάξαντας, περιφραττομένους ἀσπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι' ὅλης τῆς ὁδοιπορίας. Ταῦτα δὲ δι' οὐδὲν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ' ἵνα μὴ συγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπα σθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. Ἐδεδίει γὰρ τοὺς Τούρκους πλῆθος πολὺ τούτους ὁρῶν καὶ ἁπανταχό θεν τῷ ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. Ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε συγγενεῖς αὐτοῦ ἅπαν τας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ' ἑκάτερα ἐπὶ κεφαλῆς μὲν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τού τοις ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακ τοι ἅπαντες. Ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. 15.6.5 Προσ εληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ' αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ καταλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν καὶ Ἀκρόνιον. Οἱ δέ γε σατρά παι πόρρωθεν θεασάμενοι τὸν αὐτοκράτορα, τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς βασιλεῦσι προσκύνησιν ἀπο δεδώκασι. Τὸν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. Ἀλλ' ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. Καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. Ἐπιβάντα δὲ τοῦτον καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκρά τορος προσεγγίσαντα, παραχρῆμα τὸ ἄμφιον ὃ περιεβέβλητο λύσας, τοῖς ὤμοις ἐκείνου ἐπέθετο. Εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμένων δημηγορήσας ἐξέφηνε λέγων ὡς· «Εἰ μὲν τῇ βασιλείᾳ Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγ μέναις ὑμῖν χώραις τοῦ λοιποῦ βιώσεσθε, οὗ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν ∆ιογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ' αὐτοῦ. Χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχε σθαι τοῖς ἰδίοις ἀρκουμένους. Καὶ εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδα μῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. Εἰ δὲ μή, ἐμὲ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.» 15.6.6 Ὁ δὲ σουλτάνος καὶ οἱ τούτου σατράπαι πρὸς ταῦτα μάλα προ θύμως συνέθεντο λέγοντες· «Οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα». Τούτων οὖν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνάς, εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. Τῇ δὲ μετ' αὐ τὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ' αὐτοῦ συνθήκας ὡς ἔθος πληρώ σας, χρήματα μὲν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαίροντας ἀπέλυσεν. 15.6.7 Ἐν τῷ