1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

267

μεταξὺ δὲ μεμαθηκὼς ὁ αὐτοκρά τωρ ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασούτ, τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι, τὸν τοῦ Σαϊσὰν μεμελετήκει φόνον, ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποῖα εἴωθεν ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ' ἂν τὰ κατ' αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. Ὁ δὲ παρ' οὐδὲν τὴν τοῦ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ εἴχετο τοῦ σκοποῦ. Ἵνα γοῦν μὴ δόξῃ ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ μῶμος ἐντεῦθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμῃ τοῦ βαρβάρου φάμενος· «Καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν, ἀναγκαῖον τὸν δεύτε ρον, ὅ φασι, πλοῦν καὶ καταφράκτους στρατιώτας ἱκανοὺς Ῥωμαίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσον τας μέχρις αὐτοῦ Ἰκονίου». Ἀλλ' οὐδὲ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἦν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέ ρωχα, μονονοὺ καὶ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. Συνταξάμενος τοίνυν τῷ αὐτοκράτορι καὶ χρήματα ἱκανὰ λαβὼν τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. 15.6.8 Ὄνειρος δέ τις ἐφίσταται αὐτῷ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ ∆ιὸς πεμφθεὶς οὔτε μὴν ἐποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηληΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. Ἐδόκει γὰρ τάχα μύας ἐν τῷ ἀριστᾶν ὁμαδὸν περιχυθέντας αὐτῷ καὶ ὃν κατήσθιεν ἄρτον ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος, αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. ∆ιυπνισθεὶς δὲ τῷ συνο δοιποροῦντι τούτῳ στρατιώτῃ τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον, πυνθανόμενος τί ἂν βούλοιτο. Τοῦ δὲ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δὲ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. Σκοποὺς δὲ τάχα προαπεστάλκει ἐφ' ᾧ περιαθρῆσαι μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. Αὐτῷ δὲ τῷ Μασοὺτ οἱ σκο ποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβά νοντι, καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοί τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμῃ, ἐπέστρεψαν μηδένα ἑωρακέναι διαβεβαιούμενοι. Πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αὐτῷ συναντῶσι βαρβαρικαὶ τοῦ Μασούt. 15.6.9 Προπηδήσας δὲ τῆς φάλαγ γος Γαζής τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνος, παίει τοῦτον διὰ τοῦ δόρατος. Ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρ πάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς· «Οὐκ ᾔδειν ἔγωγε ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ' ἡ μῶν». Καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ Πουχέα, ὃς τῷ μέρει τοῦ Μασοὺτ πάλαι προσκείμε νος τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὑποτιθέμενος. Τῇ δ' ἀληθείᾳ πάγας αὐτῷ καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ' εἰς τὸ Τυράγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλί ναντα. Πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακεί μενον. Πείθεται τοῖς τοῦ Πουχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων Ῥωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασι λέως εὐμένειαν. Καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μασοὺτ περιζώσαντες γυρόθεν τὰ τείχη πρὸς πολιορκίαν ἀπένευον. Ὁ δὲ προκύψας ἄνωθεν μεγάλως ἠπειλεῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις ῥωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καί, εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. Ἀνθίσ ταντο δὲ καὶ οἱ ἐντὸς Ῥωμαῖοι τοῖς Τούρκοις γενναίως. 15.6.10 Ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήγνυσι καὶ τὸν κρυπ τόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς