268
ἐξαγαγὼν κάτεισι τῶν τειχῶν, τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοὺς ἐποίκους ἐφ' ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμε νος δὲ μᾶλλον αὐτοῖς καὶ ξυμβουλεύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς Τούρκοις, εἰ μὴ βούλοιντο βαρβα ρικῆς χειρὸς παρανάλωμα γενέσθαι, πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν. Οἱ δὲ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς εἰσόδου τοῖς Τούρκοις. Καὶ συλλαβόντες τὸν Σαϊσὰν σουλ τάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. Καὶ ἦν ἰδεῖν τηνι καῦτα τὸ δοχεῖον φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. Αὐγὴν δέ τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκό νιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δὲ τῇ αὐτοῦ ὁμευνέτιδι. Καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. Ὁ δὲ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ (σατράπης δὲ οὗτος τῶν ἐπιφανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. Τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραι νέσεσιν. Ὁ δὲ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.
15.7.1 Ἀλλὰ παράταξιν καὶ φάλαγγάς τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρ χας, νομίζοι ἂν ἐκείνων ἀκούειν ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμνηται. Ἀλλ' αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο, καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὔθ' ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. Ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνη σιν τοῦ συντάγματος ἐπεποίητο. Εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. Τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλουχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κινεῖσθαι ὥσπερ ζῷον μέγιστον ἓν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. Ἐπὰν δὲ τὸ Φιλομήλιον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τούς τε δορυ αλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα τε ἐπορεύετο καὶ οἷον σχο λαίαν τε καὶ μυρμηκίζουσαν τὴν κίνησιν ἐπεποίητο. 15.7.2 Ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γυνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. Ὅταν δὲ τεκοῦσαν μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προ κλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. Εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνους καὶ τῶν ἁγιασμάτων μεταδώσοντες τῷ θνήσκοντι. Καὶ οὕτω τῶν ἐπὶ τοῖς τελευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ μέχρις ἂν ὁ θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδὲ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. Ὁπηνίκα δὲ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἢ γήρᾳ κεκμηκότες ἦσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. Καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργάνων παρόντων οὐδὲ αὐλῶν οὐδὲ τυμπάνων οὐδὲ τὸ παράπαν μουσικῆς τινος ἐνοχλούσης. Τοιούτοις οὖν ἑαυτὸν ἐφοδιάζων, ἐπὰν τὸ ∆αμάλιον κατέλαβεν (ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδὲ βασιλικὴν ἐπιδείξασθαι