269
τὴν πομπὴν οὐδὲ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπε ραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. Ἀλλ' εὐθὺς εἰς μονῆρες εἰσελθὼν περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. 15.7.3 Τῇ δὲ μετ' αὐτὴν ὅλος ἐγεγόνει τῆς τῶν δορυαλώτων καὶ ξένων θεραπείας. Τῶν μὲν οὖν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας, ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ' ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καὶ τὰ ἱερὰ ἐκπαιδεύοντας γράμματα. Τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαι δεύεσθαι παιδείαν. 15.7.4 Ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρό πολιν μέρεσιν, ἔνθα καὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ' ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου, ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. Αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ' ἀ κροτάτῳ τῆσδε τῆς πόλεως ἕστηκεν οἷον ἀκρόπολις. Ἡ δὲ νέα πόλις ἑκατέρωθεν γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος. Κύκλῳ δὲ ταύτης ἑστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. Ἔστι γὰρ ἰδεῖν τούτους κατ' ἄνδρα ἕκαστον ἐπερχόμενον, ὅπου μὲν τυφλούς, ὅπου δὲ καὶ χωλούς, ὅπου δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. Τὴν στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. 15.7.5 Ὁ δὲ κύκλος διπλοῦς τε καὶ δίδυμος. Οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν, οἱ δὲ κάτω καὶ πρόσγειοι παρασύ ρονται. Τὸ δὲ τοῦ κύκλου μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνε τέλεσε. Τοιαύτη μὲν ἡ πόλις, τοιοῦτοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. Οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼβ ἕκαστος ἢ ἑκάστη τὴν μὲν δημιουργηθεῖσαν αὐτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δὲ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. Καὶ γὰρ τὸ παρα δοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. Ὅπου γὰρ δήποτε γῆς κτῆμα ἦν ἐν καλῷ κείμενον, ταὐτὸν δὲ εἴπερ ἦν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ' ὧν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δὲ ἐσθίοντες ὑπὲρ ἀριθμόν. Καὶ τάχα τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτο ρος ἔργον. Ἀλλ' ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλανθρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς. Τὸ δ' ἄλλο, ἐκεῖσε μὲν θαῦμα, ὧδε δὲ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελφοῖς πορίζουσα. 15.7.6 Εἶδον ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεάνιδος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀνθρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺς ἑαυτοῦ ἀλλὰ τοὺς ἀλλοτρίους καὶ ἄχειρα ὑπ' ἀνδρῶν ἑτέρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ' ἀλλοτρίων μητέρων καὶ παραλύτους ὑπ' ἄλλων ἀνθρώπων δουλευομένους εὐρώστων. Καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος τῶν τρεφομένων, τῶν μὲν εἰς δου λευομένους ἀριθμουμένων, τῶν δὲ εἰς δουλεύοντας. Τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν· «Ἔγειρε καὶ περιπάτει», οὐδὲ τῷ τυφλῷ κελεῦσαι τὸ βλέπειν οὐδὲ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. Ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι' ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ