1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

270

ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. Ἃ δὲ προσῆν, ἐκεῖνα ποιεῖ, ὑπηρέτας ἑκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἴ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω, τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. 15.7.7 Ἀλλὰ τίς ἐξαριθμῆσαι δυνήσαιτο τοὺς καθ' ἡμέραν ἐσθίοντας ἢ τὴν καθ' ἑκάστην δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν; Εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ' ἐκεῖνον. Ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος δὲ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. Προκάθηται γὰρ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυτησὶ πόλεως· ὀρφανοτροφεῖον δὲ ταύτῃ τοὔνομα. Ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτο κράτορος· ὅθεν καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας. Σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτή ματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφο μένοις τὸ ἀναφαίρετον. 15.7.8 Τῷ δὲ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καὶ πολὺς καὶ φώτων δαψίλεια. Καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἑκατέρωθεν ἀντᾴδοντας. Κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεῷ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. Ἐπιμελὲς γὰρ καὶ τὸ τῶν διακονισσῶν πεποίηκεν ἔργον. Πολλὴν δὲ φροντίδα καὶ τῶν ἐπιξενουμένων Ἰβηρίδων μοναχῶν ἐπεποίητο θύραν ἐκ θύρας ἀμειβουσῶν τὸ πρότε ρον, ἐπὰν εἰς τὴν Κωνσταντίνου ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστή ριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. Ὁ μὲν οὖν Ἀλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ' Αἴγυπτον Ἀλεξανδρείᾳ, ἐπὶ τῇ κατὰ Μήδους Βουκεφάλῃ, ἐπὶ τῇ κατ' Αἰθιοπίαν Λυσιμαχίᾳ. Ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος <οὐκ ἂν> οὑτωσὶ ἐπὶταῖς ἀνεγερθείσαις παρ' αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείσας αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαυχεῖ. 15.7.9 Ἀλλὰ ταῦτα μὲν τὰ τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαντήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἑστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοη μένοι γραμματικάς, οἱ δὲ ξυγγραφεῖς τῶν λεγομένων σχε δῶν. Καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμε νον καὶ Σκύθην ἑλληνίζοντα καὶ Ῥωμαῖον τὰ τῶν Ἑλλήνων συγγράμματα μεταχειριζόμενον καὶ τὸν ἀγράμματον Ἕλληνα ὀρθῶς ἑλληνίζοντα, τοιαῦτα καὶ περὶ τὴν λογικὴν παί δευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. Τοῦ δὲ σχέδους ἡ τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ' ἡμῶν γενεᾶς. Παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγι βάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καὶ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ καταλόγου τῆς μεγάλης παρ' ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ ὀνόματα. Ἀλλὰ νῦν οὐδ' ἐν δευτέρῳ λόγῳ τὰ περὶ τού των τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δὲ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. Ταῦτα δὲ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. Τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέ τριφα, κἂν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψά μην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγ γραφέας ᾖξα καὶ τῆς γλώττης τοὺς ὄχθους ἐκεῖθεν ἐξωμα λισάμην, εἶτα ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς [τοῦ] πολυπλόκου τῆς σχεδογραφίας