1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

275

παρεστῶτας. Καὶ πᾶσιν ὡς ἀληθῶς κατεφαίνετο μεμηνὼς καὶ μήτε πρὸς τὴν πυρκαϊὰν ἐφορμῶν μητ' ὀπισθόπους ὅλως γινόμενος, ἀλλ' ἐπεπήγει καὶ ἀκίνητος ἦν, ἐφ' οὗ που καὶ τὰ πρῶτα κατελάβετο. Πολλῶν δὲ λόγων ῥεόντων καὶ τῶν τερατολο γιῶν αὐτοῦ διὰ πάσης γλώττης φερομένων, δείσαντες οἱ δήμιοι μή πως ἄρα οἱ ἀμφὶ τὸν Βασίλειον δαίμονες ἄτο πόν τι τερατουργήσειαν, παραχωροῦντος Θεοῦ, καὶ ἀλώβη τος ἐκ μέσου τοῦ τοσούτου πυρὸς ὀφθείη ὁ κάκιστος πρός τινα τόπον δημοσιώτατον ἀφιγμένος καὶ γένηται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης, δοκιμασίαν τινὰ ἔδοξαν ποιή σασθαι. 15.10.4 Τερατευομένου γὰρ ἐκείνου καὶ αὐχοῦντος ὡς ἐκ μέσου τοῦ πυρὸς ἀλώβητος ὀφθήσεται, ἀναλαβό μενοι τὸν μανδύαν αὐτοῦ ἔφασαν ὡς· «Ἴδωμεν εἰ μὴ τῶν σῶν ἀμφίων ἅψεται τὸ πῦρ». Καὶ παραχρῆμα εἰς μέσον ἔρριψαν τῆς καμίνου. Ὁ μὲν οὖν Βασίλειος ἐπὶ τοσοῦτον ἐγάννυτο ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν δαίμονος λέγων ὡς· «Ὁρᾶτε τὸν μανδύαν εἰς ἀέρα ἀνιπτάμενον»; Οἱ δέ, ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα κατανοήσαντες, ἄραντες ὦσαν αὐτὸν αὐτοῖς ἱματίοις καὶ ὑποδήμασιν εἰς τὸ μέσον τῆς καμίνου. Καὶ τοσοῦτον, ὥσπερ κατ' αὐτοῦ θυμουμένη, ἡ φλὸξ διε βοσκήθη τὸν ἀσεβῆ ὥστε μηδὲ κνίσσαν τινὰ γενέσθαι μηδὲ καπνοῦ τινος καινοτομίαν ἑτέραν, ἀλλ' ἢ μόνον λεπτήν τινα γραμμὴν καπνώδη φανῆναι κατὰ τὸ μέσον τῆς φλογός. Καὶ γὰρ καὶ τὰ στοιχεῖα κατὰ τῶν ἀσεβῶν ἐπαί ρεται· φείδεται δέ, ὥς γε τἀληθὲς εἰπεῖν, τῶν θεοφιλῶν, ὥσπερ ποτὲ ὑπεχώρει καὶ ὑπείκαθε τοῖς θεοφιλέσιν ἐκεί νοις νεανίαις ἐν Βαβυλῶνι καὶ περιέστεφεν αὐτοὺς τὸ πῦρ καθάπερ τις χρυσοειδὴς θάλαμος. Ἐνταῦθα δὲ τὸν ἀλά στορα τοῦτον Βασίλειον οὔπω ἀκριβῶς οἱ τοῦτον μετεωρί σαντες εἶχον, καὶ ἡ φλὸξ ἐδόκει προεκτρέχειν ἐφ' ᾧ τὸν δυσσεβῆ ἐξαρπάσαι. Τὸν δ' ὑπόλοιπον ἀριθμόν, ὅσοι τῆς ἀπωλείας ἦσαν τοῦ Βασιλείου, σφαδάζοντος τοῦ παρ εστηκότος λαοῦ καὶ βιαζομένου ἐπιρρίψειν καὶ αὐτοὺς τῷ πυρί, ὁ αὐτοκράτωρ οὐ συνεχώρησεν ἐγκλεισθῆναι κελεύ σας ἐν ταῖς τῶν μεγίστων ἀνακτόρων στοαῖς καὶ τοῖς περιδρόμοις· καὶ τούτου γεγονότος διελύθη τὸ θέατρον. Καὶ μετὰ ταῦτα διαδέχεται τοὺς ἀθέους τις ἄλλη ἀσφαλεσ τάτη φρουρά, εἰς ἣν ἐμβληθέντες καὶ πολύν τινα χρόνον διατετριφότες τῇ ἀσεβείᾳ αὐτῶν ἐναπέθανον. 15.10.5 Τοῦτο μὲν οὖν ὕστατον ἔργον καὶ ἆθλον τῶν μακρῶν ἐκείνων πόνων καὶ κατορθωμάτων τοῦ αὐτοκράτορος, καὶ καινο πραγία τις καὶ τόλμη παράδοξος. Καὶ οἶμαι ὁ τότε παρὼν ἢ καὶ συνὼν ἐκείνῳ θαυμάζει μέχρι τοῦ νῦν καὶ οὐχ ὕπαρ τὰ τότε γεγενημένα θεάσασθαι δοκεῖ, ἀλλ' ὄνειρός τις αὐτῷ καὶ φαντασία φαίνεται. Καὶ γὰρ ἐξ ὅτου τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ ∆ιογένους ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν, οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβίδος κατ' αὐτῶν ἐξορμήσαντος, οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεὶρ συνέσταλται, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι καὶ πόλεμοι καὶ σφαγαί. Ἠφανίζοντο μὲν πόλεις, ἐλῄζοντο δὲ χῶραι καὶ πᾶσα ἡ Ῥωμαίων γῆ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. Οἱ μὲν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δορυάλωτοι πρὸς τὰς πόλεις Περσίδος ἀπήγοντο. Καὶ τρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τὰ ἄλση καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν κρύπτεσθαι ἐπειγομένους. Ἐν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ' οἷς ἔπασχον πρὸς Περσίδα ἀπαγόμενοι, οἱ δ' ἔτι περιόντες, εἴ πού τινες τοῖς ῥωμαϊκοῖς ὁρίοις ἐναπέ μειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θυγατέρα ἐθρήνει· ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνήσκοντα καὶ οἷα γυναῖκες θερμὸν κατέσταζον δάκρυον. Καὶ οὐκ ἦν τότε οὐδεμία τις σχέσις ἄδακρυς οὐδ' ἀστένακτος. Βασιλεὺς δὲ πλὴν ὀλίγων, λέγω δὲ Τζιμισκῆν τε καὶ Βασίλειον τὸν