1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

277

βουλευμάτων· χάσμα πολλάκις ἐπέρχεταί μοι, καὶ διακοπτόμενον ἐν τῷ μεταξὺ τὸ εἰσ πνεόμενον πνεῦμα μεγίστην μοι τὴν ἀνίαν ἐπάγει. Τί ποτε ἄλλο τὸ καταλαβόν με τοῦτο δεινόν, εἰ οἶδας, φράζε.» 15.11.5 Ἡ δέ γε βασιλὶς ταῦτα ἀκούουσα καὶ ἅπερ ἐκεῖνος πάσχει παρ' ἐκείνου μανθάνουσα ἐδόκει μὲν εἶναι αὐτῆς τὰ πάθη καὶ ὥσπερ ἀνακοπτομένη καὶ αὐτὴ <ὑπὸ> τοῦ ἄσθματος, οὕτω διέκειτο πρὸς τοὺς λόγους τοῦ αὐτοκράτορος. Συχνῶς δὲ τοὺς ἐπιστήμονας μεταπεμπομένη τῶν ἰατρῶν, τὸ τοῦ νοσήματος εἶδος πολυπραγμονεῖν ἠναγκάζετο καὶ τῶν αἰτίων τὰ προσεχῆ καὶ τὰ πόρρω ᾐτεῖτο μαθεῖν. Οἱ δὲ τὴν χεῖρα ταῖς ἀρτηρίαις ἐπιβάλλοντες ἔμφασιν παντοίου εἴδους ἀνωμαλίας κατὰ πᾶσαν τῆς ἀρτηρίας κίνησιν εὑρί σκειν ἀνωμολόγουν, τὸ δ' αἴτιον συνιδεῖν οὐκ εἶχον ὅπη. Μηδὲ τὴν τοῦ βασιλέως δίαιταν ἁπαλὴν ἠπίσταντο, ἀλλὰ πάνυ σωφρονεστάτην καὶ λιτὴν καὶ ὅλως γυμνικήν τε καὶ στρατιωτικὴν ἀπαγορεύσασθαι τὰ τῶν ἀπὸ τῆς περιττῆς διαίτης ὑλῶν, εἰς αἰτίαν ἄλλην τὰ τῆς στενοχωρίας ἀνέφε ρον, καὶ προκαταρκτικὸν αἴτιον ταυτησὶ τῆς νόσου οὐδὲν ἄλλο ἔλεγον ἢ τὴν τῶν φροντίδων πολλὴν συντονίαν καὶ τὸ συνεχὲς καὶ πυκνὸν τῶν θλίψεων, θερμαινομένης ἐκεῖθεν αὐτῷ τῆς καρδίας καὶ τὸ περιττὸν ἅπαν ἑλκούσης ἐξ ὅλου τοῦ σώματος. 15.11.6 Ἐντεῦθεν ἡ δεινὴ νόσος ἐπελθοῦσα τῷ αὐτοκράτορι ἀνακωχὴν ὅλως οὐκ ἐνεδίδου, ἀλλ' ὡς ἀγχόνη συνέπνιγε. Τοσοῦτον δὲ καθ' ἑκάστην ηὔξανε τὸ τῆς νόσου, ὡς μηκέτι ἐκ διαστημάτων, ἀλλὰ συνεχῶς καὶ ἀδιαστάτως ἐπέρχεσθαι, ὡς μηδὲ πρὸς θατέραν δύνασθαι κατακλιθῆναι τὸν αὐτοκράτορα πλευρὰν μηδὲ πρὸς ἰσχύος ἔχειν ἀβίαστον τὸ παράπαν εἰσπνεῦσαι τὸν ἀέρα. Ἅπας οὖν τηνικαῦτα μετεκαλεῖτο ἰατρὸς καὶ ἡ τοῦ αὐτοκράτορος νόσος ὑπόθεσις αὐτοῖς προὔκειτο. Ἐμερίζοντο δὲ ταῖς γνώμαις καὶ κατε τέμνοντο, καὶ ἄλλος ἄλλο τι διεγίνωσκε καὶ πρὸς τὴν διά γνωσιν ἐπειρᾶτο προσάγειν τὴν θεραπείαν. Ὅπως δ' ἂν εἶχεν ἢ οὕτως ἢ οὕτως, δύσκολον εἶχε τὰ κατὰ τὸν αὐτο κράτορα· οὐδὲ γὰρ ἂν ἀκαρῆ χρόνον ἐλεύθερον εἰσπνεῦσαι δεδύνητο. Ὄρθιος γὰρ ἠναγκάζετο διόλου ἀνακαθήμενος ἀναπνεῖν· εἰ δέ που καὶ ὕπτιος κέοιτο ἢ κατὰ θατέραν πλευράν, φεῦ τότε τοῦ βρόχου. Οὐδὲ γὰρ ἐνῆν συρμάδα μικρὰν τοῦ ἔξωθεν ἀέρος εἰσρυῆναί τε καὶ ἀπορρυῆναι κατά γε τὴν ἀναπνοήν τε καὶ εἰσπνοήν. Ἀλλὰ καὶ ὁπηνίκα ἐλεήσας τις τοῦτον ὕπνος ἐπέλθῃ, καὶ τότε τῆς πνιγμονῆς ἐπεδίδου· ὥστε κατὰ πάντα καιρὸν καὶ ἐγρηγορότος αὐτοῦ καὶ ὑπνώττοντος ἡ συμφορὰ τῆς ἀγχόνης ἐπετίθετο. 15.11.7 Ἐπεὶ δὲ καθάρσιον οὐκ ἐδίδοτο, πρὸς φλεβοτομίαν ἀπέ βλεψαν καὶ τὴν μὲν διὰ τοῦ ἀγκῶνος ἀπέταμον· οὐ μὴν τῆς φλεβοτομίας ἀπώνατο, ἀλλ' ὡσαύτως καὶ πάλιν εἶχε καὶ δύσπνους ἦν ὅλος καὶ ἐκινδύνευε διόλου στενὸν ἀνα πνέων ταῖς χερσὶν ἡμῶν ἐναπερυγεῖν τὴν ψυχήν. Ἀλλ' ἐ ράϊσε μὲν τὰ τῆς διαθέσεως τῆς διὰ τῶν πεπέρεων ἀντι δότου δοθείσης. Καὶ ἡμεῖς ὑφ' ἡδονῆς οὐκ εἴχομεν ὅ τι καὶ χρησαίμεθα τῆς εὐφροσύνης, ἀλλὰ καὶ χαριστήριον ἀναπέμπομεν τῷ Θεῷ. Πάντα δὲ ἦσαν ἄρα πλάνη· εἰς τρίτην γὰρ ἡμέραν ἢ καὶ τετάρτην εὐθὺς πάλιν αἱ αὐταὶ ἀγχόναι κατὰ τοῦ βασιλέως καὶ στενοχωρίαι τοῦ πνεύμο νος. Ἐλπίζω δ', εἰ μὴ χείρω ἐξ ἐκείνου τοῦ πόματος γέγο νεν ἀναχέαντος τὰς ὕλας καὶ κρατῆσαι μὴ δυναμένου, ἀλλ' εἰς τὰς κοιλότητας τῶν ἀρτηριῶν ἐνθεμένου καὶ ἐπιτείναν τος τὴν διάθεσιν. 15.11.8 Ἐντεῦθεν οὐδὲ σχῆμα κατακλίσεως εὐπετῶς ἦν ἐφευρεῖν παντάπασιν αὐτῷ, τῆς νόσου ἐπακ μαζούσης. Ἀλλὰ γὰρ διανυκτερεύων ἦν ὁ βασιλεὺς ἐξ ἑσπέρας εἰς ὄρθρον ἄυπνος, μήτε τροφῆς ἐλευθέρας μετα λαμβάνων μήτ' ἄλλου τινὸς τῶν εἰς σωτηρίαν ἀποβλεπόν των. Πολλάκις γοῦν ἐγώ, μᾶλλον συνεχῶς καὶ τὴν μητέρα τεθέαμαι διανυκτερεύουσάν τε τῷ βασιλεῖ καὶ κατόπιν τού του ἐπὶ τῆς κλίνης καὶ ὑπανέχουσαν τοῦτον ταῖς χερσὶ καὶ παραμυθουμένην τρόπον τινὰ τὴν ἀναπνοήν. Ἐχεῖτο μέντοι αὐτῆς τῶν ὀμμάτων τὸ δάκρυον καὶ ὑπὲρ τὰ Νειλῷα ῥεύματα.