278
Ὁπόσην τε τὴν περὶ αὐτὸν δι' ὅλης ἡμέρας τε καὶ νυκτὸς σπουδὴν ἐπεποίητο, καὶ τὸν μόχθον ὅσον ἐνε δείκνυτο διαπονουμένη περὶ τὴν αὐτοῦ θεραπείαν καὶ κλίσεις καὶ μετακλίσεις <καὶ> στρωμάτων παντοίας μηχανωμένη θέσεις, οὐκ ἔστιν ἐρεῖν. Ἀλλ' οὐκ ἦν οὐδενὶ τὸ παράπαν ῥᾳστώνης μετασχεῖν· παρείπετο γὰρ οἷον ἀγχόνη τῷ αὐτο κράτορι, μᾶλλον καὶ συνείπετο καὶ οὐκ ἀνίει συμπνίγουσα. 15.11.9 Μηδεμίαν δὲ τῆς νόσου ἐχούσης τὴν ἴασιν ἐν τοῖς πρὸς νότον ἀνακτόροις ἀπῆλθεν ὁ βασιλεύς. Στενοχωρούμενος δὲ μίαν τινὰ παραψυχὴν τὴν ἐκ τῆς κινήσεως εὕρισκε, καὶ ταύτην διηνεκῆ ἡ βασιλὶς ἐμηχανήσατο γίνεσθαι· τοῦ βασιλικοῦ σκίμποδος κατά τε τῶν πρὸς κεφαλὴν καὶ πόδας μερῶν τούτου ξύλ' ἄττα προσεπιζεύξασα ἀνδράσιν ἐδίδου τοῦτο φέρειν μετέωρον διαδεχομένοις ἀλλήλους τὸν περὶ τοῦ αὐτοκράτορος πόνον. Ἐντεῦθεν ἀπὸ τοῦ μεγάλου παλα τίου καταλαμβάνει τὰ Μάγγανα. Ἀλλὰ καὶ τούτων γενο μένων οὐδὲν πλέον τῷ βασιλεῖ πρὸς σωτηρίαν ἐπραγμα τεύθη. Εἰς τοὐπίσω δὲ τὰ τῆς νόσου χωροῦντα ἡ βασιλὶς ὁρῶσα καὶ τῆς ἐξ ἀνθρώπων βοηθείας παντάπασιν ἀπελπί σασα θερμότερον τὰς ὑπὲρ αὐτοῦ αἰτήσεις πρὸς Θεὸν ἐποιεῖτο, πρὸς πᾶν τέμενος δαψιλεῖς τὰς φωταυγὰς ποιου μένη καὶ τοὺς ὕμνους συνεχεῖς καὶ ἀκαταπαύστους, διαδό σεις δὲ τοῖς ἁπανταχοῦ γῆς καὶ θαλάσσης οἰκοῦσιν εἰργά ζετο, ἅπαντας μὲν μοναχοὺς ἐν ὄρεσι καὶ σπηλαίοις οἰκοῦντας ἢ καὶ ἄλλως τὸν μοναχικὸν ἐπιόντας βίον εἰς ἐκτενεῖς δεήσεις ἐπεγείρουσα, ἅπαντας δὲ νοσοῦντας ἢ καὶ ἐν εἱρκταῖς κατεχομένους καὶ τετρυχωμένους πλουσιω τάτους ἐργαζομένους ταῖς δόσεσιν ὁμοῦ πρὸς τὰς ὑπὲρ τοῦ αὐτοκράτορος εὐχὰς προσεκαλεῖτο. 15.11.10 Ἐπεὶ δὲ τὸ τοῦ αὐτοκράτορος σπλάγχνον ἐξῳδήκει τε καὶ εἰς ὄγκον ἐπιφανῆ προελήλυθεν οἵ τε πόδες ἐξῳδήκεσαν καὶ πυρετὸς τὸ βασιλικὸν σῶμα κατεῖχεν, εἰς καυτῆρας ἐντεῦθέν τινες τῶν ἰατρῶν ἀπεῖδον μικρὰ πεφροντικότες τοῦ πυρετοῦ. Ἀλλ' ἦν ἅπασα θεραπεία ἀνωφελὴς καὶ κενή· οὐδὲ γὰρ ὁ καυτὴρ ὤνησεν, ἀλλ' ἐν αὐτοῖς καὶ τὸ σπλάγχνον ἦν καὶ τὰ ἀναπνευστικὰ δυσκόλως ἔχοντα. Ὥσπερ δὲ ἐξ ἄλλης πηγῆς ῥεύματος εἰς τὸν γαργαρεῶνα ἐπενεχθέντος καὶ ὧν οἱ Ἀσκληπιάδαι φασὶν οὐρανῶν ἐπιλαβομένου, καὶ τῶν οὔλων αὐτῶν φλεγμηνάντων καὶ τῆς φάρυγγος ἀπαρ θείσης καὶ τῆς γλώττης ἐξογκωθείσης, ἐντεῦθεν οἱ πόροι τε ἀπεστενώθησαν πρὸς τὰ ἑαυτῶν πέρατα συνελθόντες, δι' ὧν τὰ τῆς τροφῆς ἔμελλε διελθεῖν, καὶ τὸ τῆς ἀτροφίας δεινὸν παντελῶς ἀσιτία ἡμῖν ἐπεκρέματο. Κἂν ἐγώ, Θεὸς ἴστω, πολλὴν ἐποιούμην τὴν περὶ τῆς τροφῆς πραγ ματείαν καὶ τὰ σιτία καθ' ἑκάστην διὰ τῶν ἐμῶνἔφερον τούτῳ χειρῶν, ῥοφηματώδεις τὰς τροφὰς ποιεῖν ἀναγ κάζουσα. 15.11.11 Ἅπαντα γοῦν προς φερόμενα ἐπὶ τῇ τῆς φλεγμονῆς θεραπείᾳ ..... ἐφαίνετο, καὶ τὰ τῆς σπουδῆς ἅπαντα κενόσπουδα καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν ἰατρῶν ἐδείκνυτο. ∆έκα δὲ καὶ μιᾶς ἡμέρας τοῦ περὶ τὰ τελευταῖα ἐπιγεγονότος τούτῳ νοσήματος ἐπακμάζοντος καὶ ἐπαπειλοῦντος τὸν κίνδυνον .... ρας διαθέσεως ἐπιγενομένης διάρροια ἐφάνη. Οὕτως ἄλλο ἐπ' ἄλλῳ κακὸν καθ' ἡμῶν τὸ τηνικάδε ἐπεκυλίετο. Οὐκ ἦν πρὸς ὁπότερον σκοπεῖν οὔτε τοὺς Ἀσκληπιάδας οὔθ' ἡμᾶς τοὺς περὶ τὸν αὐτοκράτορα διαπονουμένους οὔτε .....ναντα, ἀλλὰ πάντα ἑώρα πρὸς ὄλεθρον. 15.11.12 Καὶ τοῦ λοιποῦ τὰ καθ' ἡμᾶς ἐν σάλῳ καὶ κλύδωνι ἦν, ἐταράττετο τὰ καθεστηκότα, καὶ φόβος καὶ κίνδυ νος ἐπὶ κεφαλῆς συνεστήκεσαν. Εἶχε μὲν τὸ ἀνδρεῖον ἀεὶ κἀν τοῖς ἔμπροσθεν κινδύνοις ἡ Αὔγουστα, μάλιστα δὲ τὸ τηνικάδε ἠνδρίσατο καὶ τῷ πάθει τῆς λύπης ἐμβρι μησαμένη εἱστήκει καθάπερ τις ὀλυμπιονίκης πρὸς τὰς δριμυτάτας ἐκείνας ὀδύνας ἀντιπαλαίουσα. Κατετιτρώσ κετο μὲν γὰρ τὴν ψυχὴν καὶ ἐταράττετο τὴν καρδίαν ὁρῶσα τὸν αὐτοκράτορα οὕτως ἔχοντα, ἀλλὰ ξυνέτεινεν ἑαυτὴν καὶ ἐνεκαρτέρει πρὸς τὰ δεινά· καὶ ἐδέχετο μὲν τὰς τρώσεις καιρίας, καὶ τὸ πάθος αὐτῶν καθικνεῖτο τῶν μυελῶν, ἀντεῖχε δὲ ὅμως.