279
Καίτοι ἀστακτὶ ταύτης κατέρ ρει τὸ δάκρυον, καὶ τηκεδὼν κατέλαβε τοῦ προσώπου τὸ κάλλος, καὶ ἐν ῥισὶν ἀπῃώρητο τὴν ψυχήν. 15.11.13 Πεντε καιδεκάτην δὲ τοῦ Αὐγούστου ἄγοντος (πέμπτη δὲ ἦν τῆς τηνικαῦτα ἑβδομάδος ἐκείνης), καθ' ἣν ἡ τῆς ὑπερα μώμου δεσποίνης ἡμῶν καὶ θεομήτορος κοίμησις ἑορτάζε ται, πρωίας ἐπαληλιφότες τὴν κεφαλὴν τοῦ αὐτοκράτορός τινες τῶν Ἀσκληπιαδῶν, ἅττα δὴ τούτοις ἔδοξεν, ἐκεῖνοι μὲν οἴκαδε ἐχώρησαν οὐ μάτην οὐδὲ διά τινα χρείαν αὐτοῖς ἐπείγουσαν, ἀλλὰ γνόντες τὸν ἐξ ὑπογύου ἐπικεί μενον τῷ αὐτοκράτορι κίνδυνον. Τρεῖς μὲν γὰρ ἦσαν οἱ κορυφαῖοι τῶν ἰατρῶν, ὅ τε ὑπερφυὴς Νικόλαος ὁ Καλ λικῆς καί τις ἕτερος Μιχαὴλ ὁ Παντεχνὴς ἐκ γένους τὴν ἐπωνυμίαν λαχὼν καὶ ὁ .....λιβὸς Μιχαὴλ ὁ ἐκτομίας. Ἡ μέντοι βασίλισσα κυκλώσαντος αὐτὴν παντὸς τοῦ συγγενῶν χοροῦ ἀναγκάζοντος μεταλαβεῖν τροφῆς ....... μὴ μεταλαβοῦσαν καὶ ὕπνου τινὸς μ...... συνεχεῖς καὶ ὅλας νύκτας διατελέσασθαι ..... ἐπὶ τῇ θεραπείᾳ τοῦ βασιλέως ........ ἐπείθετο. Ἀλλὰ λειποθυμίας ἐσχάτης ἐπιγεγενημένης τῷ αὐτοκράτορι πάλιν .....το ᾔσθετο ἀποκαραδοκή σασα τὴν .... ζωὴν κατέβαλέ τε ἑαυτὴν ἐπὶ τοῦ ... ἐκώκυέ τε συνεχῶς καὶ ἐπλήττετο καὶ ἐθρήνει ἐφ' οὕτως ἐπιβεβηκόσι κακοῖς. Καὶ ἐβούλετο μὲν αὐτίκα τὴν ζωὴν ἀπερεύξας θαι, οὐκ ἐδύνατο δέ. 15.11.14 Ὁ δὲ βασιλεὺς καίτοι θανούμενος καὶ καταδυναστεύοντος αὐτοῦ τοῦ πάθους ὥςπερ κρείττων καὶ θανάτου γενό μενος .... ἐκήδετό τε τῆς βασιλίσσης καὶ κατεσ τρέφετο τὴν τοιαύτην ἀδημονίαν μετὰ μιᾶς τῶν θυγατέρων. Ἡ τρίτη δ' ἦν αὕτη κατὰ γέννημα, ἡ πορ φυρογέννητος Εὐδοκία. Ἡ γὰρ Μαρία ἄλλη τις οἷον Μαρία χρηματίζουσα, οὐ περὶ τοὺς πόδας τηνικαῦτα καθημένη τοῦ ἐμοῦ δεσπότου ὥσπερ τότε ἐκείνη, ἀλλὰ τοῖς περὶ τὴν κεφαλὴν μέρεσιν ἐνασχολουμένη ὕδωρ ἐδίδου τούτῳ διὰ τοῦ κυπέλλου, οὐ δι' ἐκπώματός τινος πίνειν, ἵνα μὴ γένοιτό οἱ πολλάκις δυσκόλως περὶ τὴν κατάποσιν, φλεγ μαινούσης τῆς ὑπερῴης καὶ αὐτῆς δὴ τῆς γλώττης καὶ τοῦ φάρυγγος, ἀναφέρειν τοῦτον ἐθέλουσα. Ἐκεῖνος δὲ σταθη ρὰς μὲν καὶ ἀνδρικὰς διεμήνυε τηνικαῦτα παραινέσεις, ὅμως μέντοι ἐσχάτας. Καί· «Τί, φησι, προεξάγεις σαυτὴν οὕτω κατατρυχομένη τῇ ἡμῶν τελευτῇ καὶ ἡμᾶς καταναγ κάζεις τοῦ κατεπείγοντος θανάτου προαπελθεῖν; Οὐ βλέ ψεις οὖν πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἐνεστηκότα δεινά, ἀλλ' ἔκδοτον σαυτὴν ποιεῖς τῷ ἐπιρρεύσαντί σοι πόντῳ τῆς λύπης»; Ταῦτα ἐκείνῃ μὲν εἶπε, τῇ δὲ βασιλίδι ἀνέξαινε μὲν μᾶλλον τὸ τραῦμα τῆς συμφορᾶς. 15.11.15 Ἐγὼ δὲ παντοία ἦν καὶ ὄμνυμι τοῖς τε παροῦσι φίλοις καὶ τοῖς ὕστερον ἐντευξο ένοις ἀνθρώποις τῷ συγγράμματι τούτῳ τὸν πάντ' εἰδότα Θεόν, ὡς οὐδὲν ἄμεινον εἶχον τῶν μεμηνότων, ἀλλ' ὅλη τοῦ πάθους ἐγεγόνειν. Ἐν ταῦθα γοῦν καὶ φιλοσοφίας καὶ λόγου καταφρονήσασα, νῦν μὲν ἐπονούμην περὶ τὸν πατέρα καὶ τὰς αὐτῷ διακονίας καὶ τοῦ σφυγμοῦ τὰς κινήσεις τηροῦσα περὶ τῆς ἀναπνοῆς τοῦ αὐτοκράτορος ἐπολυπραγμόνουν, νῦν δὲ περὶ τὴν μητέρα ἀνεστρεφόμην καὶ ἀνεκ τώμην αὐτὴν εἰς δύναμιν. Ἀλλ...... τὰ μέρη καὶ παντάπασιν ἀθεράπευτα ...... ὁ αὐτοκράτωρ ἀνα φέρειν τῆς ἐσχάτης λειποθυμίας οὐκ εἶχε, καὶ τῆς Αὐγούστας ἡ ψυχὴ συναπέρχεσθαι ἠπείγετο τῷ αὐτοκρά τορι. 15.11.16 Οὕτως εἶχον ......κᾶν καὶ ὡς ἀληθῶς, τοῦτο δὴ τὸ ψαλλόμενον, αἱ ὠδῖνες θανάτου τὸ τηνι καῦτα ἡμᾶς κατεκύκλωσαν. Καὶ τότε δὴ ᾐσθόμην ἔκφρο νος ἐμαυτῆς γενομένης .... ἐμεμήνειν γὰρ καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι καὶ πῆ τράπωμαι, ὁρῶσα τήν τε βασιλίδα εἰς τὸν πόντον ἐμβεβλημένην τῶν συμ φορῶν καὶ τὸν αὐτοκράτορα ταῖς συνεχέσι λειποθυμίαις εἰς τοὔσχατον τῆς ζωῆς ἐλαυνόμενον. Ἀλλὰ καὶ πάλιν ἔχων ἐκεῖνος ἀνενέγκαι τῆς δευτέρας λειποθυμίας ὕδατος αὐτῷ ἐπιρρανθέντος ψυχροῦ καὶ τοῦ τῶν ῥόδων σταλάγματος παρὰ τῆς φιλτάτης ἐμῆς ἀδελφῆς Μαρίας τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐπέσκηπτε τῇ βασιλίδι. Καὶ πάλιν εἰς τρίτην λειποθυμίαν ἐνέπιπτεν .... καὶ μετάστασις ἔδοξε τῇ βασιλικῇ κλίνῃ