280
...... τῶν ἀμφὶ τὸ σῶμα ἐκείνου πονούντων καὶ με.... καὶ μετεστή σαμεν τὸν αὐτοκράτορα κλινοπετῆ εἴς τι μέρος ἕτερον τοῦ πεντορόφου οἰκήματος, εἴ πού γε ἔχοι ἐλευθεριώτε ρον ἀναπνεύσαντα ἀέρα τῆς λειποθυμίας ἀνενεγκεῖν. Ἀπέ βλεπε γὰρ τὸ μέρος ἐκεῖνο πρὸς βορρᾶν καὶ οἰκήματα οὐδαμοῦ ἦσαν ἐπι...θοῦντα ταῖς θύραις. 15.11.17 Ἀλλ' ὁ τῆς βασιλείας διάδοχος προφθάσας ὑπεξῄει πρὸς τὸ ἀποτεταγμένον οἴκημα τὸν τοῦ βασιλέως ἐπιγνοὺς ἀναν.... καὶ ἐπέσπευδε τὴν ἐξέλευσιν καὶ ἠπείγετο εἰς τὸ μέγα παλάτιον. Ἡ πόλις δὲ τὸ τηνικάδε νυ..... ἐταράχθη γάρ, οὐ μέντοι καὶ παντάπα σιν ...... Ἡ δέ γε βασιλίς· «Ἐρρίφθω τὰ πάντα, εἶπε ..... κωκυτοῦ, καὶ διάδημα καὶ βασιλεία καὶ ἐξουσία καὶ κράτος ἅπαν καὶ θρόνοι τε καὶ ἀρχαὶ καὶ ἄρχωμεν τῆς θρηνῳδίας». Συνεπεκώκυον δὲ καὶ αὐτῇ πάντων καταφρονήσασα, καὶ συνεπένθουν καὶ ..... καὶ ἐσπάραττον ἑαυτὰς γοερὸν ἀνοιμώζουσαι. Ἀλλ' εἰς δύναμιν ἀνελαυνόμεθα ταύτην· ἐπὶ γὰρ ταῖς ἐσχάταις ἀναπνοαῖς ὁ βασιλεὺς ἦν καὶ τοῦτο δὴ τὸ λεγόμενον ἐψυχορράγει. 15.11.18 Πρὸς τῇ κεφαλῇ αὐτοῦ ἐπὶ γῆς ἡ βασιλὶς ἔρριπτο ἔτι ἀμπεχομένη t.... καὶ τὰ κοκκο βαφῆ πέδιλα καὶ ἐπα...... κατετιτρώσκετο καὶ οὐκ εἶχεν ὅπως .... τὴν φλεγμονὴν τῆς καρδίας. Τῶν δὲ Ἀσκληπιαδῶν τινες ὑποστρέψαντες πάλιν καὶ μι κρὸν ἐγκαρτερήσαντες ἁπτόμενοι τοῦ καρποῦ τοῦ βασι λικοῦ ἡ ...... ἐκεῖθεν τῶν πληγῶν τῆς ἀρτηρίας αὐτῆς ......, ὅμως μέντοι κατειρωνεύοντο τοῦ και ροῦ καὶ ἡ ..... καὶ ὑπετείνοντο τὰς μὴ φαινομένας χρηστὰς ἐλπίδας. Τοῦτο δὲ προνοίᾳ τινὶ ἐποίουν, γινώς κοντες ὅτι, ἅμα τῇ ἀπαγορεύσει τῆς ζωῆς τοῦ βασιλέως, συναποπνεύσει καὶ ἡ βασιλὶς τὴν ψυχήν. Ἀλλ' ἡ νουνεχὴς ἐκείνη βασίλισσα τούτοις οὔτε πιστεύειν οὔτε ἀπιστεῖν εἶχεν. Ἐπίστευε μὲν τεχνίτας αὐτοὺς πάλαι γινώ σκουσα, διαπιστεῖν δ' εἶχεν, ὅτι ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς ζωῆς τοῦ αὐτοκράτορος ἑστηκότα ἑώρα. Ἐπὶ τρυτάνης δὲ οἷον ἑστηκυῖα εἰς ἐμὲ πολλάκις ἐξητένιζε καὶ τὸν ἐμὸν περιέμενε τρίπουν, ὡς σύνηθες ἦν αὐτῇ κἀν τοῖς ἄλλοτε ξυμπίπτουσι περιστατικοῖς, καὶ ὅ τι ἂν αὐτῇ ἀποφοιβά σαιμι προσεδόκα. Ἡ μὲν ἐμὴ δέσποινα καὶ φιλτάτη τῶν ἀδελφῶν Μαρία, τὸ τοῦ γένους ἡμῶν ἐγκαλλώπισμα, ἡ σταθηρὰ γυνή, τὸ ἁπάσης ἀρετῆς καταγώγιον, μεταξὺ τῆς βασιλίδος καὶ τοῦ αὐτοκράτορος ἱσταμένη ἐς τὸ αὐτοῦ χειρίδιον διεκώλυεν ἐνίοτε τοῦ τοὐναντίον πρὸς τὸν αὐτοκράτορα ὁρᾶν. 15.11.19 Ἐγὼ δὲ ἐπέβαλον πάλιν τὴν δεξιὰν τῷ καρπῷ καὶ τὴν κίνησιν τῶν σφυγμῶν περιεσκοπούμην, τὴν δὲ πολλάκις ἐπιβάλλουσαν τὰς χεῖρας τῇ κεφαλῇ .....εψοσαν τὴν κάλυπτραν (ἐν ᾧ γὰρ εἶχεν, ἔμελλε καὶ τὴν βασιλικὴν ἐσθῆτα μεταμφι έσασθαι), τοσαυτάκις ἐπεῖχον ῥώμην τινὰ .... μανθά νουσα τῶν σφυγμῶν. Ἠπατώμην ..... οὐ γὰρ ῥώμη τις ἦν τὸ φαινόμενον με...... ἀλλ', ἐπειδὴ τὸ τῆς ἀναπνοῆς μέγα ......, συνδιίστατο καὶ τὰ τῆς ἀρτηρίας καὶ τοῦ πνεύμονος. Ἀφεμένη δὲ τῆς χειρὸς τοῦ αὐτοκράτορος καὶ πρὸς τὴν βασιλίδα δια..... μένη πάλιν ἐπέβαλον τῷ καρπῷ ..... ἀσφυξίαν. Ἡ μὲν ἔνυττέ με πολλάκις, ὅτι οἱ ἐβούλετο δηλῶσαι τὰ τοῦ σφυγμοῦ. Ἐπεὶ δὲ ..... αὖθις ἡψάμην καὶ ὑπεν διδόντα ἔγνωκα πάντα τὰ τῆς δυνάμεως καὶ εἰς ἀσφυ ξίαν ἐληλυθέναι τελεώτατα τὰ τῶν ἀρτηριῶν, ἔγωγε μετακλίνασα τὴν κεφαλὴν αὖος καὶ ἀπόψυκτος ἦν πρὸς γῆν ἀπονεύσασα καὶ μηδὲν φθεγγομένη καὶ τὼ χεῖρε τοῖς ὄψεσιν ἐπιβαλοῦσα καὶ ὀπισθόπους γενομένη ἐθρήνουν. Ἡ δὲ συνεῖσα τοῦ πράγματος καὶ τοῖς ὅλοις ἀπαγορεύ σασα ἐκώκυσέ τε ἀθρόον μέγα καὶ διωλύγιον. 15.11.20 Ἀλλὰ γὰρ πῶς παραστήσω τὴν κατασχοῦσαν τὴν οἰκου μένην ἅπασαν συμφορὰν ἢ πῶς τὰ ἐμαυτῆς ἀποκλαύ σομαι; Τήν τε βασιλικὴν κάλυπτραν ἀπέθετο καὶ τὰς ἐκείνας ἐθείρας μαχαιρίδιόν τι λαβοῦσα ἐν χρῷ διέτεμε, καὶ τὰ κοκκοβαφῆ πέδιλα τῶν ποδῶν ἀπορριψαμένη μέλανα σάνδαλα ἐδεῖτο τὰ προστυχόντα. Ἀλλάξασθαι δὲ καὶ τὴν πορφυρίδα βουλομένη μελαίνης ἐσθῆτος προ χείρως ἱμάτιον