281
οὐχ εὑρίσκετο. Ἐξ ὧν δὲ ἡ τρίτη τῶν ἐμῶν ἀδελφῶν εἶχεν ἀμφίων καταλλήλων τῷ καιρῷ καὶ τῷ πράγματι χηρείας καὶ πάλαι κακοῖς ὁμιλήσασα, λαβοῦσα ἡ βασιλὶς ἀμφιέννυτο καὶ τὴν ἀφελῆ καὶ ζοφώδη κάλυπτραν ἐπέθετο τῇ κεφαλῇ. Καὶ ἐν τούτοις ὁ αὐτοκράτωρ τὴν ἱερὰν ψυχὴν ἀφῆκε Θεῷ, καὶ ὁ ἐμὸς ἥλιος ἔδυ. Ἐφ..... οἱ μὴ ἀπὸ πάθους ἁλισκόμενοι τὴν φωνὴν ἐθρήνουν, ἐκόπτοντο, γοερὸν ἀνοιμώζον τες εἰς οὐρανὸν τὰς φωνὰς ἀνέπεμπον ......... τὸν εὐεργέτην, τὸν τὰ πάντα αὐτοῖς ........ σαντα ἀποκλαιόμενοι. 15.11.21 Ἐγὼ μὲν οὖν καὶ νῦν ἀπιστῶ ἐμαυτῇ, εἴπερ ζῶ τε καὶ γράφω καὶ μνημονεύω θανάτου τοῦ αὐτοκράτορος, καὶ ἐπαφῶμαι τῷ ὀφθαλμῷ, μήποτε ἄρα ὄναρ ἐστὶ τὰ νῦν ὑφ' ἡμῶν ὑπα γορευόμενα, ἢ δέ γε καὶ μὴ ὄναρ ἐστὶν ἀλλ' ἔκστασίς τε καὶ παρακοπὴ καὶ πάθος περὶ ἐμὲ θαυμάσιον καὶ ἀλλόκοτον. Πῶς γὰρ ἀπορρυέντος ἐκείνου τοῖς βιοῦσιν ἐγὼ συντάττομαι καὶ συν....ζῶσιν ἢ πῶς οὐ συνε παφῆκα καὶ ἐγὼ τὴν ψυχήν, ἢ εὐθὺς ἐκπνεύσαντος συνεξέπνευσα καὶ ἀναίσθητος ἀπωλόμην; Εἰ δὲ μὴ τοῦτο ἐπεπόνθειν, πῶς οὐκ ἀπό τινων ὑψηλῶν καὶ μετεώρων αὐτὴν ὤθησα ἢ κατὰ κυμάτων ἐνέρριψα ποντίων; Συμφοραῖς μεγάλαις τὴν ζωὴν ἀ...έγραψα. Ἀλλ' οὐκ ἔστιν ἄρα κατὰ τὴν τραγῳδίαν πάθος καὶ συμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄχθος ἀροίμην ἐγώ. Οὕτω γάρ με ὁ Θεὸς συμφορῶν μεγάλων πεποίηκε καταγώγιον. Ἀπεβαλόμην τοσοῦτον φωστῆρα τῆς οἰκουμένης, τὸν μέγαν Ἀλέξιον· καὶ μὴν ἡ ψυχὴ τοῦ ταλαιπώρου ἐπετρό πευε σώματος. 15.11.22 Ἐπέσβη καὶ ὁ μέγιστος λύχνος, μᾶλλον δὲ ἡ πάμφωτος ἐκείνη σελήνη, τὸ μέγα τῆς ἀνα τολῆς καὶ δύσεως πρᾶγμα καὶ ὄνομα, ἡ βασιλὶς Εἰρήνη. Καὶ μὴν ζῶμεν καὶ τὸν ἀέρα ἐμπνέομεν. Εἶτα ἄλλων ἐπ' ἄλλοις κακῶν γεγονότων καὶ πρηστήρων μεγάλων καταιγισάντων ἡμᾶς, ἐπ' αὐτὸ τὸ κορυφαιότατον τῶν κακῶν ἰδεῖν τοῦ καίσαρος θάνατον ἐπηλάθημεν καὶ τετηρήμεθα τοσαύταις κακῶν περιστάσεσι. Μετὰ γάρ τινας ἡμέρας τοῦ κακοῦ δυναστεύοντος καὶ τῆς τέχνης ἀπαγορευούσης, εἰς πέλαγος ἀθυμίας ἐμαυτὴν διαφεῖσα, τοῖς ὅλοις ἠγανάκτουν τοῦτο μόνον ὅτι καὶ ἡ ψυχή μου παρῆν ἐν τῷ σώματι. Καὶ εἰ μή, ὡς ἔοικεν, ἀδαμαντίνη τις ἦν ἢ ἄλλης τινὸς φύσεως διάπλασις ...... καὶ ξενίζουσα, κἂν ἀπωλόμην εὐθύς. 15.11.23 Ζῶσα δὲ μυρίους θανάτους ἀπέθανον. Νιόβην <δ' ἐκείνην> κατά τινων τερατευομένην ἀκούομεν ..... εἰς λίθον μεταβαλοῦσαν διὰ πένθος ..... Εἶτα καὶ μετὰ τὴν ἀμοιβὴν τὴν εἰς ἀναίσθητον φύσιν παραπέμπουσαν τὸ πάθος ἀθάνατον καὶ εἰς φύσιν ἀναίσθητον. Ἐγὼ δ' ἄρα καὶ κακοπαθεστέρα ἐκείνης, ὅτι καὶ μετὰ τὰς μεγίστας καὶ ἐσχάτας τῶν συμφορῶν μεμένηκα οὕτως αἰσθησομένη καὶ ἄλλων. Ἦν ἄρα πρὸς πέτραν ἄψυχον ἀμει...... τα μου ἀπορέειν δακρύων ἔμενον ...... οὕτως ἀναισθήτως ἔχουσα πρὸς τὰς συμφορὰς ..... Τοσαῦτα ὑπενεγκεῖν δεινὰ καὶ εἰς τὰ παλάτια ἐξ ἀνθρώπων ἐπεγείρεσθαί μοι ἀφόρητα κακὰ δυστυχέστερον καὶ τῶν τῆς Νιόβης κακῶν ..... μὲν μέχρι τοῦδε φθάσαντα τὰ δεινὰ τῆς .....ῶς ἔληξεν. 15.11.24 Ἤρκει ἂν ἐπ' ἀμφοῖν τοῖν βασιλέοιν καὶ ἡ τοῦ καίσαρος συμφορὰ καὶ τὰ ἐκείνων παθήματα εἰς ἐκτριβὴν ἡμετέραν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· νῦν δὲ ὥσπερ ποταμοί τινες ἐξ ὑψηλῶν ὀρῶν καταρρέοντες μο.....σί τε τὰ τῶν δυστυχημάτων ῥεύματα ..... ὡς εἰς μίαν χαράδραν συγκατακλύζουσαν .... τὴν ἐμὴν οἰκίαν. Τέλος γοῦν ὁ λόγος ἐχέτω, μὴ καὶ ἀναγράφοντες τὰ λυπηρὰ πλέον ἐμπικραινοίμεθα.