163
τὸ γένος ∆ιονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας μίξεις καταφορώ τατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη, καὶ ἔστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. Ἔνθεν τοι καὶ τὴν Ἀστάρτην αὐτοὶκαὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ' ἐκείνοις Χοβάρ. Ὁ μέντοι σῖτος εἰς τὸν χριστιανισμὸν τοῖς συμβολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιόν τε καὶ τροφιμώτατον. Οὕτω μὲν οὖν οἱ μάντεις τὰς ἀμπέλους καὶ τὸν πυρὸν ἐξεδέξαντο. 10.5.8 Ἀλλὰ τὰ μὲν περὶ τῶν μάν τεων οὕτως ἐχέτω· τὰ δὲ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχουσιν ἐνῆν. Τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης (καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὁμαδὸν τὸν τῆς Λογγι βαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μὲν πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. Προηγεῖτο δὲ ἑκάστου στρατεύματος τούτων ἀκρὶς ἀμύθη τος, ὡς ἔφαμεν. Ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασά μενοι προδρόμους ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώ ρισαν. 10.5.9 Ὡς δὲ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμόν, ὁ αὐτοκράτωρ μετακαλεσάμενός τινας τῶν ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τού τους πρὸς τὰ μέρη ∆υρραχίου καὶ Αὐλῶνος ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ τὴν ὁδὸν ἐξάγειν, εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρο μάς τινας τούτους θεάσοιντο ποιουμένους εἰς προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας, ἀναστέλλειν διὰ μετρίων ἀκροβολισμῶν. Συμπαρῆσαν δὲ τούτοις καί τινες τῆς λατινικῆς διαλέκτου εἰδήμονες, ἵνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν. 10.5.10 Ἀλλ' ὅπως σαφέστερον ἀφηγησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος, ταύτης τῆς φήμης διαδραμούσης ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο. Ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφανείᾳ μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων. Καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν, τῶν μὲν ἁπλουστέρων ὡς τὸν τοῦ Κυρίου προσκυ νῆσαι τάφον καὶ τὰ κατὰ τοὺς ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ' ἀληθείᾳ, τῶν δέ γε πονηροτέρων καὶ μᾶλ λον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων, εἴ που ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμά τι ταύτην εὑρηκότες. Ἐτάρασσε δὲ τὰς τῶν πλειόνων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. Ὁ μὲν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προη γησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα, ἱππέων δὲ χιλιάδων ἀνδρῶν ἑκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασι λεύουσαν κατέλαβεν. Ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος, ὡς εἰκάσαι τινά, καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ, ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο, ἀκάθεκτον.
10.6.1 Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν τῶν λοιπῶν κομήτων καρτερῆσαι ἔλευσιν, οὐκ ἐπεί θετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον Ἑλενούπολιν ὀνομαζόμενον. Ἐπεὶ δὲ καὶ Νορμάνοι τούτῳ συνεί ποντο εἰς δέκα χιλιάδας ποσούμενοι, ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος τὰ κατὰ τὴν Νίκαιαν ἐλῄζοντο πᾶσιν ὠμοτάτως χρησάμενοι. Τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλι ζον, τὰ δὲ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί,