1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

ἐπεγνωκόσι τὸν ἐξ αὐτῆς προσδοκώμενον Κύριον; Εἰ γὰρ ἐπίστευον τοῖς Μωϋσέως γράμμασιν, ἐπίστευσαν ἂν τοῖς τοῦ Κυρίου ῥήμασι. Περὶ γὰρ ἐμοῦ, φησὶν, ἐκεῖνος ἔγραψε. Τί δὲ καὶ τῷ Σαμοσατεῖ τὰ τῶν Γραφῶν, ἀρνουμένῳ τὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ἐξ ἀμφοτέρων τῆς τε Παλαιᾶς καὶ Καινῆς ∆ιαθή κης σημαινομένην καὶ δεικνυμένην ἔνσαρκον τοῦ Λόγου παρουσίαν; Τί δὲ καὶ τοῖς Ἀρειανοῖς αἱ Γραφαὶ, καὶ τί ταύτας οὗτοι προφέρουσιν, ἄνθρωποι κτίσμα λέγοντες εἶναι τὸν Θεοῦ Λόγον, καὶ ὡς ἂν Ἕλληνες, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν; Πρὸς μὲν γὰρ τὴν ἰδίαν τῆς ἐπινοίας ἀσέβειαν ἑκάστη τούτων τῶν αἱρέσεων οὐδὲν κοινὸν ἔχει πρὸς τὰς Γραφάς· καὶ τοῦτο ἴσασι καὶ οἱ τὰ τούτων πρεσβεύοντες, ὅτι πολὺ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν ἐναντίαι πρὸς τὸ ἑκάστης ἐκείνων φρόνημα· ἀπάτης δὲ χάριν τῶν ἁπλουστέρων, οἷοί εἰσι περὶ ὧν ἐν Παροιμίαις γέγραπται· Ἄκακος πιστεύει παντὶ λόγῳ· σχηματίζονται μελετᾷν καὶ λέγειν τὰς λέξεις, ὡς ὁ πατὴρ αὐτῶν διάβολος, ἵνα ἐκ τῶν λέξεων δόξωσιν ὀρθὸν ἔχειν καὶ τὸ φρόνημα, καὶ λοιπὸν πείσωσι παρὰ τὰς Γραφὰς φρονεῖν τοὺς ταλαιπώρους ἀνθρώπους. Ἀμέλει ἐν ἑκάστῃ τῶν αἱρέσεων οὕτω σχηματισάμενος ὁ διάβολος, λέξεις ὑπέβαλε μεστὰς δολιότητος· περὶ γὰρ τούτων ὁ Κύριος εἴρηκεν, ὅτι Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆ ται, ὥστε πλανῆσαι πολλούς· τοιγαροῦν ὁ διάβολος ἦλθε, λέγων δι' ἑκάστης· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ παρ' ἐμοὶ τὸ ἀληθές ἐστι· καὶ πάσας ἰδίᾳ καὶ κοινῇ πεποίηκε ψεύδεσθαι ὁ συκοφάντης. Καὶ τό 25.548 γε παράδοξον, πᾶσαι πρὸς ἑαυτὰς αἱ αἱρέσεις μαχόμεναι περὶ ὧν ἔπλασεν ἑκάστη κακῶν, ἐν μόνῳ τῷ ψεύδεσθαι συνεδέθησαν ἀλλήλαις· ἕνα γὰρ ἔχουσι πατέρα τὸν πάσαις ἐπισπείραντα τὸ ψεῦδος. Ὁ μὲν οὖν πιστὸς καὶ τοῦ Εὐαγγελίου μαθητὴς, ἔχων χάριν τοῦ διακρίνειν τὰ πνευματικὰ, καὶ ἐπὶ τὴν πέ τραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν, ἕστηκεν ἑδραῖος καὶ ἀσφαλὴς ἀπὸ τῆς τούτων ἀπάτης διαμένων· ὁ δὲ ἁπλοῦς, ὡς προεῖπον, καὶ μὴ κατηχηθεὶς ἰσχυρῶς, ὁ τοιοῦτος τὰ λεγόμενα μόνον σκοπῶν, καὶ μὴ τὴν διάνοιαν θεωρῶν, εὐθὺς ὑποσύρεται ταῖς ἐκείνων μεθοδείαις. ∆ιὰ τοῦτο καλόν ἐστι καὶ ἀναγκαῖον εὔχεσθαι λαμβάνειν χάρισμα διακρί σεως πνευμάτων, ἵνα ἕκαστος γινώσκῃ κατὰ τοῦ Ἰωάννου παραγγελίαν, τίνας μὲν ἀποβάλλειν ὀφεί λει, τίνας δὲ προσλαμβάνεσθαι, ὡς φίλους καὶ τῆς αὐτῆς ὄντας πίστεως. Πολλὰ μὲν οὖν ἄν τις γράψειεν, εἰ βούλοιτο περὶ τούτων ἐπεξεργάσασθαι πολλὴ γὰρ καὶ ποικίλη τῶν αἱρέσεων ἡ ἀσέβεια καὶ ἡ κακοφροσύνη φανήσεται, καὶ δεινὴ λίαν ἡ τῶν ἀπατώντων πανουργία. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ πάντων ἐστὶν ἱκανωτέρα, τούτου χάριν τοῖς βουλομέ νοις τὰ πολλὰ περὶ τούτων γινώσκειν συμβουλεύσας ἐντυγχάνειν τοῖς θείοις λόγοις, αὐτὸς νῦν τὸ κατεπεῖγον ἐσπούδασα δηλῶσαι, διὸ μάλιστα καὶ οὕ τως ἔγραψα. Ἤκουσα ἐν τοῖς μέρεσι τούτοις διατρίβων, ἀδελφοὶ γὰρ γνήσιοι καὶ τῆς ὀρθῆς δόξης ὄντες ἀπήγγειλαν, ὡς ἄρα τινὲς συνελθόντες τῶν τὰ Ἀρείου φρονούντων ἔγραψαν δῆθεν περὶ πίστεως, ὡς ἠθέλη σαν, καὶ θέλουσιν ἀποστεῖλαι πρὸς ὑμᾶς, ἵνα ἢ ὑπογράψητε κατὰ τὸ δοκοῦν αὐτοῖς, μᾶλλον δὲ καθὸ ἐνέπνευσεν αὐτοῖς ὁ διάβολος· ἢ ὁ ἀντιλέγων ὑπερόριος γένηται. Καὶ γὰρ καὶ τοὺς ἐπισκόπους τῶν μερῶν τούτων ἤδη διοχλεῖν ἄρχονται. Ἐντεῦθεν οὖν ὁ τρόπος τῶν γραφόντων δῆλος γίνεται. Οἱ γὰρ 25.549 οὕτω γράφοντες, ὥστε τὸ τέλος τῶν γραμμάτων αὐτῶν ἐξορισμὸν καὶ ἄλλας τιμωρίας ἔχειν, τί ἂν εἶεν οἱ τοιοῦτοι ἢ Χριστιανῶν μὲν ἀλλότριοι, διαβό λου δὲ καὶ τῶν ἐκείνου δαιμόνων φίλοι; μάλιστα ὅτι, τοῦ θεοσεβεστάτου βασιλέως Κωνσταντίου φιλανθρώπου ὄντος, παρὰ γνώμην αὐτοῦ θρυλλοῦσιν ἃ θέλουσιν αὐτοί· καὶ γὰρ καὶ τοῦτο ποιοῦσι μετὰ πολλῆς μὲν πανουργίας, δύο δὲ τούτων μάλιστα χάριν, ὥς γέ μοι φαίνεται· ἑνὸς μὲν, ἵνα καὶ, ὑμῶν ὑπογραψάντων, δόξωσι παύειν μὲν τὴν Ἀρείου κα κωνυμίαν, λανθάνειν δὲ αὐτοὶ ὡς μὴ τὰ Ἀρείου φρονοῦντες· ἑτέρου δὲ, ἵνα ταῦτα γράφοντες, δόξωσι πάλιν ἐπικρύπτειν τὴν ἐν