1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον, ἐκεῖ κατ έπεσε, καὶ ἀμφοτέρων τῆς τε κοινωνίας καὶ τοῦ ζῇν εὐθὺς ἐστερήθη. Καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖ νος εὐθὺς ἀκούσας ἐθαύμασεν, ἰδὼν ἐλεγχθέντα τοῦτον ἐπίορκον· πᾶσι δὲ γέγονε τότε φανερὸν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς Ἀρείου ματαία γέγονεν. Ἐδείχθη δὲ πάλιν, 25.584 ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ Ἀρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ πρωτοτόκων ἐν οὐ ρανοῖς Ἐκκλησίᾳ. Τίς οὖν οὐκ ἂν θαυμάσειεν ὁρῶν τούτους ἀδίκως φιλονεικοῦντας, οὓς ὁ Κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν αἵρε σιν, ἣν ὁ Κύριος ἀκοινώνητον ἤλεγξε, μὴ ἀφεὶς τὸν ταύτης ἔξαρχον εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, καὶ μὴ φοβουμένους τὸ γεγραμμένον, ἀλλ' ἀδυνάτοις ἐπιχειροῦντας; Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει· καὶ ὃν ὁ Θεὸς κατέκρινε, τίς ὁ δικαιῶν; Ἐκεῖνοι μὲν οὖν, ὡς ἰδίας φαντασίας ἐκδικοῦντες, γραφέτωσαν ἃ θέλουσιν· ὑμεῖς δὲ, ἀδελφοὶ, ὡς τὰ τοῦ Κυρίου σκεύη φέροντες, καὶ τὰ τῆς Ἐκκλησίας ἐκδικοῦντες δόγματα, παρακαλῶ, δοκιμασταὶ γίνεσθε τοῦ πράγματος· καὶ εἰ μὲν ἑτέρας παρὰ τὰς προειρημένας Ἀρείου λέξεις γρά φουσιν, ἐντεῦθεν ὡς ὑποκριτῶν τούτων κατάγνωτε, κρυπτόντων μὲν τὸν ἰὸν τοῦ φρονήματος, σαινόντων δὲ κατὰ τὸν ὄφιν τοῖς ἀπὸ χειλέων ῥήμασι. Καὶ γὰρ ταῦτα γράφοντες ἔχουσι μεθ' ἑαυτῶν τοὺς ἐκβλη θέντας τότε μετὰ Ἀρείου, Σεκοῦνδον τὸν Πεντα πολίτην, καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ποτὲ ἐλεγχθέντας κληρικοὺς, τούτοις τε γράφουσιν ἐν τῇ Ἀλεξανδρείᾳ· καὶ τό γε θαυμαστὸν, ἡμᾶς μὲν καὶ τοὺς μεθ' ἡμῶν ἐποίησαν διωχθῆναι, καίτοι τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου μετ' εἰρήνης ἀποστείλαντος ἡμᾶς εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν, καὶ κηδομένου τῆς ὁμονοίας τῶν λαῶν· τούτοις δὲ παραδοθῆ ναι νῦν πεποιήκασι τὰς ἐκκλησίας, καὶ πᾶσιν ἔδειξαν, ὅτι τούτων χάριν ἡ πᾶσα καθ' ἡμῶν ἐξ ἀρχῆς καὶ κατὰ τῶν ἑτέρων γέγονεν ἐπιβουλή. Πῶς οὖν, ταῦτα ποιοῦντες, δύνανται ταῦτα γράφοντες πιστεύεσθαι; Εἰ γὰρ ἔγραφον ὀρθῶς, ἐξήλειφον ἣν ἔγραψεν ὁ Ἄρειος Θαλείαν, καὶ 25.585 ἀπέβαλλον ἂν τὰς τῆς αἱρέσεως παραφυάδας· μαθη ταὶ γὰρ οὗτοι καὶ κοινωνοὶ τῆς τε ἀσεβείας καὶ τῆς ἐπιτιμίας γεγόνασιν Ἀρείου· οὐκοῦν, μὴ ἀπο βάλλοντες τούτους, ἔκδηλοι πᾶσίν εἰσι μὴ ἔχοντες ὀρθὸν τὸ φρόνημα, κἂν μυριάκις γράφωσι. ∆ιὰ τοῦτο γρηγορεῖν προσήκει, μήποτε τῇ περιβολῇ τῶν γραμμάτων ἀπάτη τις γένηται, καὶ παρενέγκωσί τινας ἀπὸ τῆς εὐσεβοῦς πίστεως. Ἐὰν δὲ τολμήσαν τες τὰ Ἀρείου γράψωσιν, ὁρῶντες ἑαυτοὺς εὐοδουμένους καὶ εὐθηνουμένους, οὐδέν ἐστι λοιπὸν ἢ πολλῇ τῇ παῤῥησίᾳ χρήσασθαι, μνημονεύοντας τῶν ἀποστολικῶν προῤῥήσεων, ἃς διὰ τὰς τοιαύτας αἱρέσεις προμηνύων ἔγραψε, καὶ ἡμᾶς εἰπεῖν πρέπει· Οἴδαμεν, ὅτι, ὡς γέγραπται, Ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμόνων, ἀποστρεφομένων τὴν ἀλήθειαν· καί· Ὅσοι μὲν θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ἀλλ' ἡμᾶς οὐδέν τι πείσει τούτων, οὐδὲ χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, κἂν οἱ αἱρετικοὶ θάνατον ἡμῖν ἀπειλῶσι· Χριστιανοὶ γάρ ἐσμεν, καὶ οὐχὶ Ἀρειανοί. Εἴθε δὲ μηδὲ οἱ ταῦτα γράψαντες ἐφρόνουν τὰ Ἀρείου! Ναὶ, ἀδελφοὶ, τοι αύτης παῤῥησίας χρεία νῦν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐπ' ἐλευθερίᾳ κέκλη κεν ἡμᾶς ὁ Θεός· καὶ ἔστιν ἀληθῶς αἰσχρὸν, καὶ λίαν αἰσχρὸν, ἐὰν ἣν παρὰ τοῦ Σωτῆρος διὰ τῶν ἀποστόλων ἔσχομεν πίστιν, ταύτην διὰ Ἄρειον ἢ τοὺς τὰ Ἀρείου φρονοῦντας καὶ πρεσβεύοντας ἀπολέσω μεν. Ἤδη μὲν οὖν πλεῖστοι καὶ τῶν μερῶν τούτων, μαθόντες τὴν τῶν γραφόντων πανουργίαν, ἕτοιμοι μέχρις αἵματός εἰσιν ἀντικαταστῆναι πρὸς τὰς ἐκεί νων μεθοδείας, ἀκούοντες μάλιστα περὶ τῆς ὑμῶν στεῤῥότητος· ἐπειδὴ δὲ ἀφ' ὑμῶν ἐξήχηται ὁ κατὰ τῆς αἱρέσεως ἔλεγχος, καὶ ὡς ὄφις