1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

ἐκ τῶν φω λεῶν ἡ αἵρεσις ἀποκεκάλυπται· παρ' ὑμῖν τετήρη ται τὸ παιδίον, ὅπερ Ἡρώδης ἀνελεῖν ἐζήτει, καὶ ζῇ ἐν ὑμῖν ἡ ἀλήθεια, καὶ ὑγιαίνει παρ' ὑμῖν ἡ πίστις. 25.588 ∆ιὰ τοῦτο, παρακαλῶ, ἔχοντες μετὰ χεῖρας τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων γραφεῖσαν πίστιν, καὶ ταύτην ἐκδικοῦντες πολλῇ τῇ προθυμίᾳ, καὶ τῇ εἰς τὸν Κύριον πεποιθήσει, τύπος γένεσθε τοῖς παν ταχοῦ, δεικνύντες ἀγῶνα προκεῖσθαι νῦν πρὸς τὴν αἵρεσιν ὑπὲρ τῆς ἀληθείας, καὶ ποικίλας εἶναι τοῦ ἐχθροῦ τὰς μεθοδείας. Οὐ γὰρ μόνον τὸ μὴ θῦσαι λίβανον δείκνυσι μάρτυρας· ἀλλὰ καὶ τὸ μὴ ἀρνήσασθαι τὴν πίστιν, ποιεῖ τὸ μαρτύριον τῆς συνει δήσεως λαμπρόν. Καὶ οὐχ οἱ κλίναντες εἰς εἴδωλα μόνον κατεκρίθησαν ὡς ἀλλότριοι, ἀλλὰ καὶ οἱ προδεδωκότες τὴν ἀλήθειαν. Ἰούδας γοῦν οὐ θύσας ἀπεβλήθη τῆς ἀποστολικῆς τιμῆς, ἀλλὰ προδότης γε νόμενος. Καὶ Ὑμέναιος δὲ καὶ Ἀλέξανδρος οὐκ εἰς εἴδωλα τραπέντες ἀπεπήδησαν, ἀλλ' ὅτι περὶ τὴν πίστιν ἐναυάγησαν. Πάλιν τε Ἀβραὰμ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ' ὅτι πιστὸς γέγονε τῷ Θεῷ. Οἵ τε ἄλλοι ἅγιοι, περὶ ὧν ὁ Παῦλός φησι, Γεδεὼν, Βαρὰκ, Σαμψὼν, Ἰεφθαὲ, ∆αβίδ τε καὶ Σαμουὴλ, καὶ οἱ σὺν αὐτοῖς, οὐχ αἵματος ἐκχυθέντος, ἐτελειώθησαν, ἀλλὰ διὰ πίστεως ἐδικαιώθησαν, καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν εἰς τὸν Κύριον εὐσέβειαν. Εἰ δὲ δεῖ προσθεῖναι καὶ τὸ γενόμενον ἐφ' ἡμῖν, οἴδατε πῶς ὁ μακαρίτης Ἀλέξανδρος μέχρι θανάτου κατὰ τῆς αἱρέσεως ταύτης ἠγωνίσατο, καὶ ὅσας θλίψεις καὶ πηλίκους πόνους, καίτοι γέρων ὢν, ὑπομείνας, ἐν τῇ πρεσβυτικῇ ἡλικίᾳ προσετέθη καὶ αὐτὸς πρὸς τοὺς πατέρας αὐτοῦ. Πόσοι δὲ καὶ ἄλλοι πόσους καμάτους ἐσχήκασι, κατὰ τῆς ἀσεβείας ταύτης διδά σκοντες, καὶ τὸ καύχημα τῆς ὁμολογίας ἔχουσιν ἐν Χριστῷ. Οὐκοῦν καὶ ἡμεῖς, ὡς τοῦ περὶ παντὸς ὄντος ἡμῖν ἀγῶνος, καὶ προκειμένου νῦν ἢ ἀρνήσασθαι ἢ τηρῆσαι τὴν πίστιν, σπουδὴν ταύτην καὶ πρό θεσιν ἔχωμεν, ἂ μὲν παρελάβομεν φυλάττειν, ἔχοντες πρὸς ὑπόμνησιν τὴν ἐν Νικαίᾳ γραφεῖσαν πίστιν· τὰς δὲ καινοτομίας ἀποστρέφεσθαι, καὶ διδά σκειν τοὺς λαοὺς μὴ προσέχειν πνεύμασι πλάνης, ἀλλὰ παντελῶς ἐκκλίνειν ἀπὸ τῆς ἀσεβείας τῆς τῶν Ἀρειομανιτῶν, καὶ τῆς τῶν Μελιτιανῶν πρὸς αὐτοὺς συνωμοσίας. 25.589 Ὁρᾶτε γὰρ, ὡς τὸ πρότερον μαχόμενοι πρὸς ἑαυτοὺς, νῦν, ὡς Ἡρώδης καὶ Πόντιος, συνεφώνησαν εἰς τὴν κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βλασφη μίαν· ἐφ' ᾧ καὶ μισήσειεν ἄν τις αὐτοὺς δικαίως, ὅτι τῶν μὲν ἰδίων χάριν ἀπεχθάνοντο πρὸς ἀλλήλους, εἰς δὲ τὴν κατὰ τῆς ἀληθείας ἔχθραν καὶ τὴν εἰς τὸν Θεὸν ἀσέβειαν φίλοι γεγόνασι καὶ ἀλλήλους δεξιοῦνται, πάντα τε παρὰ γνώμην πάσχειν ὑπομένουσι, διὰ τὴν ἰδίαν ἕκαστος τῆς προθέσεως ἡδονήν· Μελιτιανοὶ μὲν διὰ τὴν προστασίαν καὶ τὴν μανίαν τῆς φιλαργυρίας, Ἀρειομανῖται δὲ διὰ τὴν ἰδίαν ἀσέβειαν, ἵν' ἐν τῇ τοιαύτῃ συνωμοσίᾳ καὶ τὴν ἰδίαν ἀλλήλοις κακόνοιαν προσκιχρᾷν δύνωνται, καὶ αὐτοὶ μὲν τὴν ἀσέβειαν τούτων ὑποκρίνωνται, οὗτοι δὲ τῇ πονηρίᾳ συντρέχωσιν ἐκείνων τῇ κακίᾳ, καὶ λοιπὸν κοινῇ τὰ ἴδια ἑαυτῶν πονηρεύματα, ὥσπερ τὸ τῆς Βαβυλῶνος ποτήριον κεράσαντες, ἐπιβουλεύσωσι τοῖς εὐσεβοῦσιν ὀρθῶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἦν μὲν οὖν ἡ πονηρία καὶ ἡ συκοφαντία τῶν Μελιτιανῶν καὶ πρὸ τούτων πᾶσι φανερά· ἦν δὲ καὶ ἡ ἀσέβεια καὶ θεομάχος αἵρεσις τῶν Ἀρειανῶν πάλαι πανταχοῦ καὶ πᾶσιν ἔκδηλος. Οὐ γὰρ ὀλίγος ἐστὶν ὁ χρόνος· ἀλλ' οἱ μὲν πρὸ πεντήκοντα καὶ πέντε ἐτῶν σχισματικοὶ γεγόνασιν· οἱ δὲ πρὸ τριάκοντα καὶ ἓξ ἐτῶν ἀπεδείχθησαν αἱρετικοὶ, καὶ τῆς Ἐκκλησίας ἀπεβλήθησαν ἐκ κρίσεως πάσης τῆς οἰκουμενικῆς συνόδου. Ἐξ ὧν δὲ νῦν ἔδρασαν, δέδεικται λοιπὸν καὶ τοῖς δοκοῦσιν αὐτῶν προσποιεῖσθαι φανερῶς, ὡς δι' οὐδὲν ἕτερον καθ' ἡμῶν καὶ κατὰ πάντων τῶν ὀρθοδόξων ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἐπιβουλὴν πεποιήκασιν, ἢ διὰ τὴν ἰδίαν ἑαυτῶν τῆς ἀσεβείας αἵρεσιν. Ἰδοὺ γὰρ τὸ πάλαι σπουδαζόμενον τοῖς περὶ Εὐσέβιον γέγονε νῦν· καὶ ἀφ' ἡμῶν μὲν ἁρπασθῆναι πεποιήκασι τὰς ἐκκλησίας,