1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ἐπίνοιαν Λόγος καὶ Σοφία, τί ἂν εἴη αὐτὸς, οὐκ ἂν εἴποιεν. Εἰ γὰρ ταῦτα αὐτὸν λέγουσιν εἶναι αἱ Γραφαὶ, οὗτοι δὲ ταῦτα εἶναι τὸν Κύριον οὐ θέλουσι, φανερῶς οὐδὲ ὑπάρχειν αὐτὸν θέλουσιν οἱ ἄθεοι καὶ τῶν Γραφῶν ἐναντίοι. Καὶ τοῦτο οἱ μὲν πιστοὶ δύνανται παρ' αὐτῆς τε τῆς πατρικῆς φωνῆς, καὶ παρὰ τῶν προσκυνούντων αὐτὸν ἀγγέλων, καὶ τῶν περὶ αὐτοῦ γραψάντων ἁγίων μαθεῖν· οὗτοι δὲ, ἐπεὶ τὴν διάνοιαν οὐκ ἔχουσι καθαρὰν, οὐδὲ δύνανται θείων ἐπακούειν καὶ θεολόγων ἀνδρῶν, δύνανται κἂν παρὰ τῶν ὁμοίων αὐτοῖς δαιμόνων μαθεῖν, ὅτι μὴ ὡς πολλῶν ὄντων ἀνεφώνουν, ἀλλὰ τοῦτον μόνον εἰδότες ἔλεγον· Σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ὁ τὴν αἵρεσιν αὐτοῖς ὑποβαλὼν, πειρά ζων ἐν τῷ ὄρει, οὐκ ἔλεγεν· Εἰ καὶ σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, ὡς ὄντων ἄλλων· ἀλλ', Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς μόνου ὄντος αὐτοῦ. Ἀλλ' οἱ θαυμαστοὶ, ὥσπερ Ἕλληνες, ἐκπεσόντες τῆς περὶ τοῦ ἑνὸς Θεοῦ ἐννοίας, εἰς πολυθεότητα κατῆλθον, οὕτω καὶ οὗτοι, μὴ πιστεύοντες ἕνα εἶναι τὸν τοῦ Πατρὸς Λό γον, εἰς πολλῶν ἐπίνοιαν πεπτώκασι· καὶ τὸν μὲν ὄντως ὄντα Θεὸν καὶ ἀληθινὸν Λόγον ἀρνοῦνται, κτίσμα δὲ αὐτὸν κἂν ἐνθυμεῖσθαι τετολμήκασιν, οὐ βλέποντες ὅσης ἀσεβείας μεστόν ἐστι τὸ φρόνημα. Εἰ γὰρ κτίσμα ἐστὶ, πῶς αὐτὸς τῶν κτισμάτων ἐστὶ 25.572 δημιουργός; ἢ πῶς αὐτὸς ὁ Υἱὸς καὶ Σοφία, καὶ Λόγος; Λόγος γὰρ οὐ κτίζεται, ἀλλὰ γεννᾶται· καὶ τὸ κτίσμα οὐχὶ υἱὸς, ἀλλὰ ποίημα. Καὶ εἰ τὰ κτί σματα δι' αὐτοῦ γέγονε, κτίσμα δέ ἐστι καὶ αὐ τός· διὰ τίνος ἄρα καὶ αὐτὸς γέγονεν; Ἀνάγκη γὰρ τὰ ποιήματα διά τινος γίνεσθαι, ὥσπερ οὖν καὶ γέγονε διὰ τοῦ Λόγου, ὅτι μὴ αὐτὸς ἦν ποίημα, ἀλλὰ Λόγος τοῦ Πατρός. Καὶ πάλιν, εἰ ἄλλη ἐστὶν ἡ ἐν τῷ Πατρὶ σοφία παρὰ τὸν Κύριον, καὶ ἡ Σοφία ἐν σοφίᾳ γέγονεν. Εἰ δὲ Σοφία ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος, εἴη ἂν καὶ ὁ Λόγος ἐν λόγῳ γεγονώς· καὶ εἰ ὁ Λόγος τοῦ Θεοῦ ἐστιν ὁ Υἱὸς, εἴη ἂν καὶ ὁ Υἱὸς ἐν τῷ υἱῷ ποιηθείς. Πῶς τοίνυν ὁ Κύριος ἔλεγεν· Ἐγὼ ἐν τῷ Πα τρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὄντος ἑτέρου ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ αὐτὸς ὁ Κύριος γέγονε; Πῶς δὲ καὶ ὁ Ἰωάννης, ἀφεὶς ἐκεῖνον, περὶ τούτου διηγεῖται λέ γων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ δὲ πάντα τὰ βουλήματι γενόμενα δι' αὐτοῦ γέγονε, πῶς καὶ αὐτὸς εἷς τῶν γενομένων ἐστί; Πῶς δὲ καὶ τοῦ Ἀποστόλου λέγον τος, ∆ι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, οὗτοι λέγουσιν· Οὐχ ἡμεῖς δι' αὐτὸν, ἀλλ' ἐκεῖνος δι' ἡμᾶς γέγονεν; Ἔδει γὰρ, εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, ∆ι' οὓς γέγονεν ὁ Λόγος. Νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, δείκνυσι τού τους αἱρετικοὺς καὶ συκοφάντας. Ἄλλως τε, εἰ τε θαῤῥήκασιν ἄλλον εἶναι Λόγον ἐν τῷ Θεῷ, ἐπεὶ μὴ φανερὰς ἔχουσι τὰς ἐκ τῶν Γραφῶν ἀποδείξεις, κἂν ἓν ἔργον αὐτοῦ δεικνύτωσαν, ἢ τοῦ Πατρὸς ἔργον χωρὶς τούτου τοῦ Λόγου γεγονὸς, ἵνα τινὰ δο κῶσι πρόφασιν ἔχειν τῆς ἑαυτῶν ἐπινοίας. Τοῦ μὲν γὰρ ἀληθινοῦ Λόγου πᾶσίν ἐστι φανερὰ τὰ ἔργα, ὡς καὶ ἐξ αὐτῶν αὐτὸν ἀναλόγως θεωρεῖσθαι· ὡς 25.573 γὰρ τὴν κτίσιν ὁρῶντες, διανοούμεθα τὸν ταύτην κτίσαντα Θεὸν, οὕτω βλέποντες μηδὲν ἄτακτον ἐν τοῖς γενομένοις, ἀλλὰ πάντα τάξει καὶ προνοίᾳ κινούμενά τε καὶ μένοντα, ἐνθυμούμεθα Λόγον εἶναι τοῦ Θεοῦ τὸν ἐπὶ πάντων ὄντα τε καὶ ἡγεμονεύοντα. Τοῦτο καὶ αἱ θεῖαι Γραφαὶ μαρτυροῦσι, λέγουσαι αὐτόν τε εἶναι τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὅτι δι' αὐτοῦ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐκείνου δὲ, περὶ οὗ λέγουσιν, οὐδὲν οὔτε ῥητὸν οὔτε ἔργον ὑπ' αὐτῶν δείκνυται. Καὶ γὰρ καὶ αὐτὸς ὁ Πατὴρ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, οὐδένα ἕτερον εἶναι παρ' αὐτὸν σημαί νει. Οὐκοῦν κατὰ τοῦτο καὶ Μανιχαίοις οἱ θαυμα στοὶ λοιπὸν προσετέθησαν. Καὶ γὰρ κἀκεῖνοι μόνον ἄχρις ὀνόματος ἀγαθὸν Θεὸν ὀνομάζουσι, καὶ ἔργον μὲν αὐτοῦ οὔτε βλεπόμενον οὔτε ἀόρατον δει κνύειν δύνανται· τὸν δὲ ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, καὶ πάντων τῶν ἀοράτων ἀρνούμενοι, παντελῶς εἰσι μυθολόγοι. Τοῦτο δὲ καὶ οὗτοι πάσχειν μοι δοκοῦσιν οἱ κακόφρονες.