1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

τοῦτο κλοπὴ τῆς ἀληθείας ἄντικρυς, καὶ πάσης ἀδικίας μεστόν· καὶ τοῦτο εὖ οἶδ' ὅτι καὶ ἡ ὑμετέρα θεοσέβεια συνορᾷν ἐκ τούτων καλῶς δυνήσεται. Οὐδεὶς γὰρ ἐγκαλούμενος περὶ μοιχείας ἀπο λογεῖται περὶ κλοπῆς, οὐδὲ φόνου τις ἔγκλημα διώ κων ἀνέχεται τῶν κατηγορουμένων, εἰ ἀπολογοῖντο λέγοντες, οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ καὶ τὴν παρακα ταθήκην ἐφυλάξαμεν· μᾶλλον γάρ ἐστι τοῦτο παί γνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας ἀπό δειξις. Τί γὰρ φόνος πρὸς παρακαταθήκην; ἢ τί μοιχεία πρὸς κλοπήν; Εἰ γὰρ καὶ ἀλλήλων ἔχονται αἱ κακίαι ἐκ τῆς αὐτῆς καρδίας ἐξερχόμεναι, ἀλλ' ὡς πρὸς τὸ λῦσαι τὸ πλημμεληθὲν, οὐδεμίαν εἰς τοῦτο πρὸς ἑαυτὰς ἔχουσι τὴν κοινωνίαν. Ὁ οὖν Ἄχαρ, ὡς ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ γέγραπται, ἐγκαλού μενος περὶ κλοπῆς, οὐ τὴν ἐν τοῖς πολέμοις εὔνοιαν προφέρων ἀπελογεῖτο, ἀλλ' ἐλεγχθεὶς ἐν τῷ κλέμματι, λίθοις ἐβλήθη παρὰ πάντων. Καὶ Σαοὺλ δὲ ὀλιγωρίας καὶ παρανομίας ἐγκαλούμενος, οὐδὲν ὤνησεν ἐν ἄλλοις προφασιζόμενος. Οὐδὲ γὰρ ἡ ἐν ἄλλοις ἀπολογία λύσιν ἄλλων ἐγκλημάτων ἐργάζεται· ἀλλ' εἰ ἄρα δεῖ νομίμως καὶ δικαίως πάντα πράττειν, προσήκει περὶ ὧν ἐγκαλεῖταί τις, περὶ τούτων καὶ ἀπολογεῖσθαι, καὶ ἢ δεικνύειν, ὅτι μὴ πεποίηκεν, ἢ ὁμολογεῖν, εἰ ἐλέγχοιτο, μηκέτι δρᾷν μηδὲ ποιήσειν τὰ αὐτά. Ἂν δὲ ἄρα πεποίηκε καὶ δέδρακε, καὶ 25.564 μήτε ὁμολογοίη, ἀλλὰ καὶ κρύπτων, ἕτερα ἀνθ' ἑτέ ρων λέγοι· δῆλός ἐστιν οὐκ ὀρθῶς πράξας, ἀλλὰ καὶ συνειδὼς αὐτὸς ἑαυτῷ παρανομῶν. Τί δὲ δεῖ λόγων μακρῶν, ὅπου γε καὶ αὐτοὶ οὗτοι κατήγοροι τῆς Ἀρειανῆς αἱρέσεώς εἰσιν; Εἰ γὰρ οὐ θαῤῥοῦσιν εἰ πεῖν, ἀλλὰ μᾶλλον κρύπτουσι τὰ ἐκείνων τῆς βλασφημίας ῥήματα, δῆλοί εἰσι γινώσκοντες ξένην καὶ ἀλλοτρίαν τῆς ἀληθείας εἶναι τὴν αἵρεσιν ταύτην. Ἐπειδὴ δὲ κρύπτουσιν αὐτοὶ καὶ φοβοῦνται λέγειν, ἀναγκαῖον ἡμᾶς ἀποδῦσαι τὸ κάλυμμα τῆς ἀσε βείας, καὶ δειγματίσαι τὴν αἵρεσιν, εἰδότας ἃ τότε οἱ περὶ Ἄρειον ἔλεγον, καὶ πῶς ἐξεβλήθησαν ἀπὸ τῆς Ἐκκλησίας, καὶ καθῃρέθησαν ἀπὸ τοῦ κλήρου· συγγνώμην μέντοι πρότερον αἰτησαμένους, ἐφ' οἷς μέλλομεν προφέρειν ῥυπαροῖς ῥήμασιν· ὅτι μὴ φρονοῦντες, ἀλλὰ ἐλέγχοντες τοὺς αἱρετικοὺς, λέγομεν ταῦτα. Ὁ τοίνυν μακαρίτης Ἀλέξανδρος ὁ ἐπί σκοπος ἐξέβαλε τὸν Ἄρειον τῆς Ἐκκλησίας φρονοῦντα καὶ λέγοντα ταῦτα· «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, οὐκ ἀεὶ ἦν ὁ Υἱός· ἀλλὰ πάντων ὄντων ἐξ οὐκ ὄντων, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐξ οὐκ ὄντων ἐστί· καὶ πάντων ὄντων κτισμάτων, καὶ αὐτὸς κτίσμα καὶ ποίημά ἐστι· καὶ πάντων οὐκ ὄντων πρότερον, ἀλλ' ἐπιγενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἦν ποτε, ὅτε οὐκ ἦν πρὶν γεννηθῆναι, ἀλλ' ἀρχὴν ἔχει τοῦ εἶναι· τότε γὰρ γέγονεν, ὅτε βεβούληται αὐτὸν ὁ Θεὸς δημιουργῆσαι· ἓν γὰρ τῶν πάντων ἔργων ἐστὶ καὶ αὐτός· καὶ ὅτι τῇ μὲν φύσει τρεπτός ἐστι, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ὡς βούλεται, μένει κα λός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ τὰ πάντα. ∆ιὰ τοῦτο γὰρ ὁ Θεὸς, προγι νώσκων ἔσεσθαι καλὸν αὐτὸν, προλαβὼν ταύτην αὐ τῷ τὴν δόξαν δέδωκεν, ἣν ἂν καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι.» Λέγουσι γοῦν, ὅτι «Οὐδὲ Θεὸς ἀληθινός ἐστιν ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, λέγεται Θεός.» Προστιθέασι δὲ καὶ τοῦτο, ὅτι «Οὐκ ἔστιν αὐτὸς ὁ ἐν τῷ Πατρὶ φύσει, καὶ ἴδιος τῆς οὐσίας αὐτοῦ Λόγος, καὶ ἡ ἰδία Σοφία, ἐν ᾗ καὶ τοῦτον πεποίηκε τὸν κόσμον· ἀλλ' ἄλλος μὲν ἔστιν ὁ ἐν τῷ 25.565 Πατρὶ ἴδιος αὐτοῦ λόγος, καὶ ἄλλη ἡ ἐν τῷ Πατρὶ ἰδία αὐτοῦ σοφία, ἐν ᾗ σοφίᾳ καὶ τοῦτον τὸν Λό γον πεποίηκεν· αὐτὸς δὲ οὗτος ὁ Κύριος κατ' ἐπί νοιαν λέγεται Λόγος διὰ τὰ λογικὰ, καὶ κατ' ἐπίνοιαν λέγεται Σοφία διὰ τὰ σοφιζόμενα.» Ἀμέλει φασὶν, ὅτι «Ξένων πάντων καὶ ἀλλοτρίων ὄντων κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὕτω καὶ αὐτὸς ξένος μὲν καὶ ἀλλότριος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶ, τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἷς τυγχάνει· κτίσμα γάρ ἐστι καὶ ποίημα καὶ ἔργον.» Πάλιν τέ φασιν, ὅτι «Οὐχ ἡμᾶς ἔκτισε δι' ἐκεῖνον,