1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

Νικαίᾳ γενομένην σύνοδον, καὶ τὴν ἐκτεθεῖσαν ἐν αὐτῇ κατὰ τῆς Ἀρειανῆς αἱρέσεως πίστιν. Ἀλλὰ καὶ τοῦτο μᾶλλον ἐλέγχει αὐτῶν τὴν κακοήθειαν καὶ τὴν ἑτεροδοξίαν· εἰ γὰρ ἐπίστευον ὀρθῶς, ἠρκοῦντο τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει παρὰ πάσης τῆς οἰκουμενικῆς συνόδου· καὶ εἰ ἐνόμιζον ἑαυτοὺς συκοφαντεῖσθαι καὶ μάτην λεγο μένους Ἀρειανοὺς, ἐχρῆν αὐτοὺς μὴ σπουδάζειν ἐναλλάττειν τὰ κατὰ Ἀρείου γραφέντα, ἵνα μὴ ὡς κατ' αὐτῶν ᾖ ὁρισθέντα τὰ κατ' ἐκείνου γραφέντα. Νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσιν, ὡς δὲ αὐτοὶ ὄντες Ἄρειος ὑπὲρ ἑαυτῶν ἀγωνίζονται. Σκοπεῖτε γὰρ ὡς οὐκ ἀληθείας μέλει τούτοις, ἀλλὰ πάντα διὰ τὴν Ἀρειανὴν αἵρεσιν καὶ λέγουσι καὶ πράττουσιν. Οἱ γὰρ τολμῶντες διαβάλλειν τὰ καλῶς ὁρισθέντα, καὶ γράφειν ἐπιχειροῦντες ἄλλα παρ' ἐκεῖνα, τί ἕτερον ποιοῦσιν, ἢ κατηγοροῦσι μὲν τῶν Πατέρων, προΐστανται δὲ τῆς αἱρέσεως, καθ' ἧς ἐκεῖνοι γεγόνασί τε καὶ ἀπεφήναντο; Καὶ γὰρ καὶ νῦν ἃ γράφουσιν, οὐκ ἀληθείας φροντίζοντες γράφουσι, καθὰ προεῖπον, ἀλλὰ μᾶλλον παίζοντες καὶ τέχνῃ τοῦτο ποιοῦντες, πρὸς ἀπάτην τῶν ἀνθρώπων, ἵν' ἐν τῷ διαπέμπεσθαι τὰς ἐπιστολὰς, τὰς μὲν τῶν λαῶν ἀκοὰς ἀπασχολεῖσθαι περὶ ταῦτα ποιήσωσι, κερδάνωσι δὲ τὸν χρόνον τοῦ κατηγορεῖσθαι αὐτοὶ, καὶ λαθόντες ὡς ἀσεβοῦντες, ἔχωσι χώραν ἐπεκτεῖναι τὴν αἵ ρεσιν, ὡς γάγγραιναν, ἔχουσαν νομὴν πανταχοῦ. Πάντα γοῦν κινοῦσι καὶ ταράττουσι, καὶ οὐδὲ οὕτω τοῖς ἑαυτῶν ἀρκοῦνται· κατ' ἐνιαυτὸν γὰρ, ὡς οἱ τὰς διαθήκας γράφοντες, συνερχόμενοι καὶ αὐτοὶ, προσποιοῦνται περὶ πίστεως γράφειν, ἵνα καὶ ἐν τούτῳ γέλωτα μᾶλλον καὶ αἰσχύνην ὀφλήσω 25.552 σιν, ὅτι μὴ παρ' ἑτέρων, ἀλλὰ παρ' αὐτῶν τὰ αὐτῶν ἐκβάλλεται. Εἰ γὰρ ἐθάῤῥουν οἷς ἔγραφον προτέροις, οὐκ ἂν δεύτερα γράφειν ἐζήτουν· οὐδὲ πάλιν ἀφέντες ἐκεῖνα, ταῦτα νῦν ἔγραφον ἅπερ, πάντως τοῦτο μελετήσαντες, πάλιν ἀλλάξουσιν, ἐὰν ὀλίγος πάνυ παρέλθῃ χρόνος, καὶ πρόφασιν λάβωσι τοῦ συν ήθως τισὶν ἐπιβουλεύειν. Τότε γὰρ, ὅταν ἐπιβουλεύσωσι, μάλιστα προσποιοῦνται περὶ πίστεως γράφειν, ἵνα, ὡς ὁ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας, οὕτω καὶ οὗτοι δράκοντες ἀποκτείνωσι τοὺς εἰς Χριστὸν εὐσεβοῦντας· καὶ ἵνα, ὡς περὶ πίστεως ὁρίζον τες δόξωσιν, ὡς πολλάκις εἶπον, φεύγειν τὸ τῆς ἑτεροδοξίας ἔγκλημα. Ἀλλ' οὔτε λαθεῖν, οὔτε φυγεῖν δυνήσονται· ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν ἀεὶ κατήγοροι γίνονται, καὶ δικαίως γε· οὐ γὰρ τοῖς ἐλέγχουσιν αὐτοὺς ἀποκρίνονται, ἀλλ' ἑαυτοὺς, ὡς βούλονται, πείθουσι. Πότε οὖν, τοῦ ὑπευθύνου κρίνοντος ἑαυτὸν, λύσις γίνεται τοῦ ἐγκλήματος; ∆ιὰ τοῦτο γοῦν ἀεὶ γράφουσι, καὶ ἀεὶ τὰ ἴδια μετα ποιοῦντες, ἄδηλον ἔχουσι τὴν πίστιν, μᾶλλον δὲ φανε ρὰν ἔχουσι τὴν ἀπιστίαν καὶ τὴν κακοφροσύνην. Πάσχειν δέ μοι τοῦτο δοκοῦσιν εἰκότως. Ἐπειδὴ γὰρ, τῆς ἀληθείας ἀποστάντες, καὶ θέλοντες ἀνατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν γραφεῖσαν καλῶς, ἠγάπησαν, κατὰ τὸ γεγραμμένον, κινεῖν πόδας ἑαυτῶν· διὰ τοῦτο καὶ οὗτοι, ὡς ἥ ποτε Ἱερουσαλὴμ, κεκοπιάκασι καὶ κάμνουσιν ἐν ταῖς μεταβολαῖς, ἄλλοτε ἄλλα γράφοντες, μόνον ἵνα τοὺς χρόνους κερδάνωσι, καὶ διαμείνωσι χριστομάχοι τοὺς ἀνθρώπους πλανῶντες. Τίς οὖν, ᾧ μάλιστα μέλει ἀληθείας, ἔτι τού των ἀνέχεσθαι θελήσει; Τίς γράφοντας αὐτοὺς οὐκ ἀποστραφήσεται δικαίως· Τίς οὐκ ἂν καταγνώσε ται τῆς τόλμης αὐτῶν; Ὀλίγοι γὰρ ὄντες τὸν ἀριθμὸν, θέλουσι τὰ ἑαυτῶν ὑπὲρ πάντων ἰσχύειν· τά τε ἑαυτῶν συγκροτήματα ἐν γωνίαις γινόμενα καὶ ὕποπτα τυγχάνοντα βουλόμενοι κρατεῖν, βιάζον ται λύειν καὶ ἀκυροῦν τὴν οἰκουμενικὴν γενομέ 25.553 νην ἄδολον καὶ καθαρὰν σύνοδον· καὶ ἄνθρωποι, διὰ τὸ συνηγορεῖν τῇ χριστομάχῳ αἱρέσει προαχθέντες παρὰ τῶν περὶ Εὐσέβιον, τολμῶσιν ὁρίζειν περὶ πίστεως, καὶ ὀφείλοντες ὡς ὑπεύθυνοι κρίνεσθαι, κρί νειν, ὡς οἱ περὶ Καϊάφαν, ἐπιχειροῦσι καὶ αὐτοί· καὶ Θαλίαν ποιοῦσι πιστεύεσθαι θέλοντες, οἱ μηδὲ πῶς πιστεύουσι γινώσκοντες. Τίς γὰρ οὐκ οἶδεν, ὅτι διὰ τὴν τοῦ Ἀρείου μανίαν Σεκοῦνδος μὲν ὁ