1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

τρόπος. Ἐπειδὴ δὲ παρὰ τῶν συνηγορεῖν τῇ αἱρέσει χάριν μισθωθέντων ἐστὶ τὰ γραφέντα, κατὰ δὲ τὴν θείαν παροιμίαν, Οἱ λόγοι τῶν ἀσεβῶν εἰσι δόλιοι, καὶ, Στόμα ἀσεβῶν ἀποκρίνεται κακὰ, καὶ, Κυβερνῶσιν ἀσεβεῖς δόλους· γρηγορεῖν δεῖ, ὡς εἶ πεν ὁ Κύριος, ἀδελφοὶ, καὶ νήφειν, μή τις ἐκ τῆς κομψολογίας καὶ πανουργίας ἀπάτη γένηται, μὴ τῷ ὀνόματί τις ἔλθῃ λέγων, ὅτι Κἀγὼ τὸν Χριστὸν καταγγέλλω, καὶ μετ' ὀλίγον Ἀντίχριστος γνωσθῇ. Ἀντίχριστοι δὲ οὗτοι τυγχάνουσιν, ὅσοι διὰ τὴν Ἀρείου μανίαν ἔρχονται πρὸς ὑμᾶς. Τί γὰρ λείπει παρ' ὑμῖν, ἵνα ἔξωθέν τις ὑμῖν ἐπιδημήσῃ; Ἢ τίνος αἱ κατ' Αἴγυπτον καὶ Λιβύας καὶ τὴν Ἀλεξάνδρειαν Ἐκκλησίαι χρείαν ἔχουσιν, ἵνα, ἀντὶ ξύλων καὶ φορτίων πραγματευόμενοι τὴν ἐπισκοπὴν, ἐπιβαίνωσι ταῖς μὴ προσηκούσαις αὐτοῖς Ἐκκλησίαις; Τίς οὐκ οἶδε, τίς οὐ θεωρεῖ λευκῶς, ὅτι ταῦτα πάντα πράττουσι διὰ τὴν ὑπὲρ τῆς ἀσεβείας σύστασιν; ∆ιὰ τοῦτο, κἂν ἐνεοὺς ἑαυτοὺς ποιῶσι, κἂν μείζονα κράσπεδα τῶν Φαρισαίων περιδήσωσιν ἑαυτοῖς, καὶ πλατύνωσιν ἑαυτοὺς τοῖς φθέγμασι, καὶ τὸν τόνον ἀσκήσωσι τῆς φωνῆς, οὐκ ὀφείλουσι πιστεύεσθαι· οὐ γὰρ ἡ λέξις, ἀλλ' ἡ διάνοια καὶ ἡ μετ' εὐσεβείας ἀγωγὴ συνίστησι τὸν πιστόν. ∆ιὰ τοῦτο οἱ Σαδδου 25.560 καῖοι καὶ οἱ Ἡρωδιανοὶ, καίπερ τὸν νόμον διὰ χειλέων ἔχοντες ἐνετράπησαν παρὰ τοῦ Σωτῆρος ἀκούσαντες· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Καὶ δέδεικται πᾶσιν, ὅτι καὶ οἱ δοκοῦντες τὸν νόμον λαλεῖν ἠλέγχθησαν τὴν διάνοιαν ὄντες αἱρετικοὶ καὶ θεομάχοι. Ἄλλους μὲν οὖν ἐπλάνησαν τοιαῦτα λέγοντες· τὸν δὲ Κύριον γενόμενον ἄνθρωπον οὐκ ἠδυνήθησαν ἀπατῆσαι· ὁ Λόγος γὰρ σὰρξ ἐγένετο, ὁ γινώσκων τοὺς διαλο γισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι· οὕτω γὰρ καὶ Ἰουδαίους ὑφαρπάζοντας ἤλεγξε, λέγων· Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτέ με ἄν· ἐγὼ γὰρ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω πρὸς ὑμᾶς· Οὕτω μοι καὶ νῦν οὗτοι δοκοῦσι ποιεῖν· κρύ πτουσι γὰρ ἃ φρονοῦσι, καὶ λοιπὸν εἰς τὸ γράφειν χρῶνται παρὰ τῶν Γραφῶν τὰς λέξεις, ἵν' ἐν αὐταῖς δελεάσαντες ὑποσύρωσιν εἰς τὴν ἰδίαν κακίαν τοὺς ἀγνοοῦντας. Θεάσασθε δὲ, εἰ μὴ οὕτως ἔχει. Εἰ μὲν γὰρ, μηδενὸς ὑποκειμένου, γράφουσι περὶ πίστεως, περιτ τὸν τὸ ἐπιχείρημα, τάχα δὲ καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης, αὐτοὶ πρόφασιν λογο μαχίας παρέχουσιν ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Ἀρειανὴν αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν φύν των κακῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς τὰ σπέρματα παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ' ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Ἀρείου, ἵνα μὴ κεκρυμμένως, ἀλλὰ φανερῶς χριστομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κἀκεῖνα κρύ πτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσι· καὶ ὥσπερ ἰατρὸς κληθεὶς πρὸς πληγέντα καὶ κά μνοντα, καὶ εἰσελθὼν περὶ μὲν τῶν τραυμάτων μηδὲν λέγοι, περὶ δὲ τῶν ὑγιαινόντων μελῶν διαλέγοιτο, πολλῆς ἂν ἐμβροντησίας καταγνωσθείη, ὅτι ὧν μὲν χάριν εἰσῆλθε, σιωπᾷ, τῶν δὲ ἄλλων, ὧν οὐκ ἔστι χρεία αὐτοῦ, διαλέγεται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι τὰ μὲν τῆς αἱρέσεως αὐτῶν ἀφιᾶσιν, ἕτε ρα δὲ γράφειν ἐπιχειροῦσιν. Ἔδει δὲ, εἴπερ περὶ πίστεως ἐφρόντιζον, καὶ τὸν Χριστὸν ἠγάπων, πρῶ 25.561 τον τὰ κατ' αὐτοῦ βλάσφημα ῥήματα προαν ελεῖν, καὶ οὕτως ἀντ' ἐκείνων τοὺς ὑγιεινοὺς λέγειν τε καὶ γράφειν λόγους. Ἀλλ' οὔτε αὐτοὶ τοῦτο ποιοῦσιν, οὔτε τοὺς θέλοντας ποιεῖν ἐπιτρέπουσιν, ἢ ἀγνοοῦντες, ἢ τέχνῃ πανουργίας χρώμενοι. Εἰ μὲν οὖν ἀγνοοῦντες τοῦτο πάσχουσι, προπετείας ἂν ἐγκαλοῖντο, ὅτι περὶ ὧν οὐκ ἴσασι, διαβεβαιοῦνται· εἰ δὲ γινώσκοντες ἃ προσποιοῦνται, μείζων κατ' αὐτῶν ἡ κατάγνωσις, ὅτι περὶ μὲν τῶν ἰδίων βουλευόμενοι, πάρεργον οὐδὲν τίθενται· περὶ δὲ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γρά φοντες, παίζουσι, καὶ πάντα μᾶλλον ἢ ἀληθεύουσι· καὶ κρύπτουσι μὲν, περὶ ὧν ἡ αἵρεσις αὐτῶν ἐγκαλεῖται, λέγουσι δὲ τὰς ἀπὸ τῶν Γραφῶν λέξεις. Ἔστι δὲ