1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

Τοῦ γὰρ ἀληθινοῦ Λόγου καὶ μόνου ὄν τος ἐν τῷ Πατρὶ τὰ ἔργα βλέπουσι, καὶ τοῦτον μὲν ἀρνοῦνται, ἄλλον δὲ ἑαυτοῖς ἀναπλάττονται λό γον, ὃν οὔτε ἐξ ἔργων οὔτε ἐξ ἀκοῆς ἀποδεικνύειν δύνανται· εἰ μὴ ἄρα σύνθετον τὸν Θεὸν, ὡς ἄνθρω πον, λαλοῦντα καὶ ἀμείβοντα τοὺς λόγους, καὶ πάλιν οὕτω νοοῦντα καὶ σοφιζόμενον ὑπονοοῦντες μυ θολογοῦσιν. οὐχ ὁρῶντες εἰς ὅσην ἀλογίαν ταῦτα λέ γοντες ἐκπεπτώκασιν. Εἰ μὲν γὰρ ἐπισυμβαίνοντας ἔχει τοὺς λόγους, πολὺ τοῦτο ἄνθρωπον νομίζουσιν· εἰ δὲ καὶ ἐξ αὐτοῦ προφέρονται καὶ λοιπὸν ἀφανίζονται· μειζόνως ἀσεβοῦσιν, ὅτι τὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι ἀναλύουσιν. Εἰ γὰρ ὅλως γεννᾷν αὐτὸν ὑπονοοῦσι, βέλτιόν ἐστι καὶ εὐσεβέστερον λέγειν ἑνὸς εἶναι Λόγου γεννήτορα τὸν Θεὸν, ὅς ἐστι τὸ πλήρωμα τῆς θεότητος αὐτοῦ, ἐν ᾧ καὶ οἱ θησαυροὶ τῆς γνώσεως πάσης εἰσὶν ἀπόκρυφοι, καὶ 25.576 τοῦτον λέγειν εἶναί τε καὶ συνυπάρχειν τῷ ἑαυτοῦ Πατρὶ, δι' οὗ καὶ τὰ πάντα γέγονεν· ἢ πολλῶν μὴ φαινομένων Πατέρα νομίζειν τὸν Θεὸν, ἢ ὡς ἐκ πολλῶν συγκείμενον, ὡς ἀνθρωποπαθῆ καὶ ποικίλον, τὸν ἁπλοῦν ὄντα τῇ φύσει φαντάζεσθαι. Εἶτα τοῦ Ἀποστόλου λέγοντος· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, οὗτοι ταῖς πολλαῖς δυνάμεσιν ἕνα καὶ τοῦτον συναριθμοῦσι, καὶ τό γε χείριστον, ὅτι τῇ κάμπῃ καὶ τοῖς ἄλλοις ἀλόγοις, τοῖς δι' ἐπιτιμίαν πεμπομένοις δι' αὐτοῦ, παραβάλλουσιν αὐτὸν οἱ παράνομοι. Εἶτα, τοῦ Κυρίου λέγοντος· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ πάλιν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· πῶς οὐκ ἀληθῶς εἰσιν οὗτοι θεομάχοι, λέγοντες μήτε ὁρᾶσθαι μήτε ἐπιγινώσκεσθαι τὸν Πα τέρα παρὰ τοῦ Υἱοῦ τελείως; Εἰ γὰρ ὁ Κύριος λέ γει, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· οὐκ ἐκ μέρους δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱόν· πῶς οὐ μαίνονται φλυαροῦντες, ὅτι ἐκ μέρους καὶ οὐ πλήρης γινώσκει ὁ Υἱὸς τὸν Πα τέρα; Εἶτα εἰ ἀρχὴν ἔχει ὁ Υἱὸς εἰς τὸ εἶναι, ἀρχὴν δὲ ἔχει καὶ τὰ πάντα εἰς τὸ γεγενῆσθαι· τί τίνος ἐστὶ πρῶτον, λεγέτωσαν. Ἀλλ' οὔτε τι εἰπεῖν ἔχουσιν, οὔτε τοῦ Λόγου τοιαύτην ἀρχὴν δεικνύειν δύνανται οἱ πανοῦργοι. Τοῦ γὰρ Πατρός ἐστιν ἀληθινὸν καὶ ἴδιον αὐτοῦ γέννημα, καὶ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Περὶ γὰρ τοῦ λέγειν αὐτοὺς μὴ εἰδέναι τὸν Υἱὸν τὴν ἑαυτοῦ οὐσίαν περιττόν ἐστιν ἀποκρίνασθαι, εἰ μὴ μόνον μανίας αὐτῶν καταγινώσκειν, εἴ γε ἑαυτὸν οὐκ οἶδεν ὁ Λόγος, ὁ τοῖς πᾶσι τὴν γνῶσιν τὴν περὶ τοῦ Πατρὸς καὶ ἑαυτοῦ χαριζόμενος, καὶ μεμφόμενος τοὺς μὴ γινώσκοντας ἑαυτούς. Ἀλλὰ γέγραπται, φασί· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἀπαίδευτοι καὶ τὰς φρένας ἐμβεβροντημένοι! Καὶ δοῦλος ἐν ταῖς Γραφαῖς ἐλέχθη, καὶ παιδίσκης υἱὸς, καὶ ἀρνίον καὶ 25.577 πρόβατον, καὶ ὅτι κεκοπίακε, καὶ ἐδίψησε, καὶ ἐτυ πτήθη, καὶ πέπονθεν. Ἀλλ' ἔχει τὴν πρόφασιν καὶ τὸ αἴτιον εὔλογον ἐγγὺς τὰ τοιαῦτα πάλιν ἐκ τῶν Γραφῶν σημαινόμενα. Ἔστι δὲ τοῦτο, διότι ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου γέγονε, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἥτις ἦν ἡ ἀνθρωπίνη σάρξ. Ὁ γὰρ Λόγος, φησὶν ὁ Ἰωάννης, σὰρξ ἐγένετο. Εἰ δὲ ἄνθρωπος γέγονεν, οὐ δεῖ τινας ἐπὶ ταῖς τοιαύ ταις φωναῖς σκανδαλίζεσθαι· ἀνθρώπου γὰρ ἴδιόν ἐστι τὸ κτίζεσθαι, τὸ γίνεσθαι, τὸ πλάττεσθαι, τὸ κοπιᾷν, τὸ πάσχειν, τὸ ἀποθνήσκειν, τὸ ἐκ νεκρῶν ἐγείρεσθαι. Καὶ ὥσπερ Λόγος ὢν καὶ σοφία τοῦ Πατρὸς, ἔχει πάντα τὰ τοῦ Πατρὸς, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ κατὰ πάντα καὶ ἐν πᾶσιν ὅμοιον, τὸ μὴ πρότερον καὶ ὕστερον, ἀλλὰ τὸ συνυπάρχειν τῷ Πατρὶ, καὶ αὐτὸ τὸ τῆς θεότητος εἶδος αὐτὸν εἶναι, καὶ τὸ δημιουργικὸν, καὶ τὸ μὴ κτίζεσθαι· ὅμοιος γὰρ ὢν κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὐκ ἂν εἴη κτιστὸς, ἀλλὰ κτίστης, ὡς αὐτὸς εἴρηκεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζο μαι· οὕτως ἄνθρωπος γεγονὼς, καὶ σάρκα φορέσας, ἐξ ἀνάγκης κτίζεσθαι λέγεται καὶ ποιεῖσθαι, καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, κἂν οὗτοι, ὡς Ἰουδαϊκοὶ κάπηλοι, τὸν οἶνον μίσγωσιν ὕδατι, τα πεινοῦντες τὸν Λόγον, καὶ τὴν