1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

ἀλλ' ἐκεῖνον δι' ἡμᾶς. Ἦν γὰρ, φασὶ, μόνος ὁ Θεὸς, καὶ οὐκ ἦν ὁ Λόγος σὺν αὐτῷ· εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε πεποίηκε τοῦτον, καὶ ἀφ' οὗ γέ γονεν, ὠνόμασεν αὐτὸν Λόγον, καὶ Υἱὸν, καὶ Σοφίαν, ἵνα ἡμᾶς δι' αὐτοῦ δημιουργήσῃ· καὶ ὥσπερ τὰ πάν τα βουλήματι τοῦ Θεοῦ οὐκ ὄντα πρότερον, ὑπέστη· οὕτω καὶ αὐτὸς τῷ βουλήματι τοῦ Θεοῦ, οὐκ ὢν πρότερον, γέγονεν. Οὐ γάρ ἐστι τοῦ Πατρὸς ἴδιον καὶ φύσει γέννημα ὁ Λόγος, ἀλλὰ καὶ αὐτὸς χάριτι γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα Υἱὸν πε ποίηκε τῇ βουλῇ, ἐν ᾗ καὶ τὰ πάντα πεποίηκε, καὶ ἐδημιούργησε, καὶ ἔκτισε, καὶ γενέσθαι ἠθέλησε.» Καὶ γὰρ καὶ τοῦτο λέγουσιν, ὅτι «Οὐκ ἔστιν ὁ Χριστὸς ἡ φυσικὴ καὶ ἀληθινὴ δύναμις τοῦ Θεοῦ· ἀλλ' ὥσπερ ἡ κάμπη καὶ ὁ βροῦχος λέγονται δύναμις, οὕτω καὶ αὐτὸς λέγεται δύναμις τοῦ Πατρός.» Πρὸς τούτοις ἔλε γεν, ὅτι «Τῷ Υἱῷ ὁ Πατὴρ ἄῤῥητος ὑπάρχει· καὶ οὔτε ὁρᾷν, οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύ ναται ὁ Υἱὸς τὸν Πατέρα. Ἀρχὴν γὰρ ἔχων τοῦ εἶναι, οὐ δύναται τὸν ἄναρχον γινώσκειν· ἀλλὰ καὶ ὃ γινώ σκει καὶ βλέπει, ἀναλόγως οἶδε τοῖς ἰδίοις μέτροις, καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν καὶ βλέπομεν κατὰ τὴν ἰδίαν δύναμιν.» Προσετίθει δὲ καὶ τοῦτο, ὅτι «Ὁ Υἱὸς οὐ μόνον τὸν Πατέρα τὸν ἴδιον οὐκ οἶδεν ἀκριβῶς, ἀλλ' οὐδὲ τὴν ἰδίαν ἑαυτοῦ οὐσίαν οἶδεν.» Ταῦτα καὶ τὰ τοιαῦτα λέγων μὲν ὁ Ἄρειος, αἱρετικὸς ἀπεδείχθη. Ἐγὼ δὲ καὶ μόνον γράφων, ἐκάθαιρον ἐμαυτὸν ἐνθυμούμενος τὰ κατὰ τού 25.568 των, καὶ κρατῶν τὴν τῆς εὐσεβείας διάνοιαν. Καὶ 25.568 γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ οἱ συνελθόντες πάντες πανταχόθεν ἐπίσκοποι τὰς μὲν ἀκοὰς ἐπὶ τούτοις ἐκράτουν, παμψηφεὶ δὲ πάντες καὶ διὰ ταῦτα κατέκριναν τὴν αἵρεσιν ταύτην, καὶ ἀνεθεμάτι σαν, εἰπόντες ἀλλοτρίαν εἶναι καὶ ξένην ταύτην τῆς ἐκκλησιαστικῆς πίστεως. Οὐκ ἀνάγκη δὲ τοὺς κρίναντας ἦγεν ἐπὶ τοῦτο, ἀλλὰ πάντες προ αιρέσει τὴν ἀλήθειαν ἐξεδίκουν· πεποιήκασι δὲ τοῦτο δικαίως καὶ ὀρθῶς. Ἀθεότης γὰρ ἐκ τούτων εἰσ άγεται, καὶ μᾶλλον παρὰ τὰς Γραφὰς Ἰουδαϊσμὸς, ἔχων ἐγγὺς ἐπακολουθοῦντα τὸν Ἑλληνισμὸν, ὥστε τὸν ταῦτα φρονοῦντα μηκέτι μηδὲ Χριστιανὸν καλεῖσθαι· ταῦτα γὰρ πάντα τῶν Γραφῶν ἐστιν ἐναν τία. Ὁ μὲν γὰρ Ἰωάννης φησίν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὗτοι δὲ φάσκουσιν· Οὐκ ἦν, πρὶν γεννηθῇ. Καὶ αὐτὸς δὲ πάλιν ἔγραψε· Καί ἐσμεν ἐν τῷ ἀλη θινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος· Οὗτοι δὲ ὥσπερ ἀντιμαχόμενοι φάσκουσι μὴ εἶναι τὸν Χριστὸν ἀληθινὸν Θεὸν, ἀλλὰ κατὰ μετοχὴν καὶ αὐ τὸν ὡς τὰ πάντα λέγεσθαι Θεόν. Καὶ ὁ μὲν Ἀπό στολος αἰτιᾶται τοὺς Ἕλληνας, ὅτι κτίσματα σέβουσι, λέγων· Ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτί σαντα Θεόν· οὗτοι δὲ κτίσμα λέγοντες τὸν Κύριον εἶναι, καὶ ὡς κτίσματι λατρεύοντες αὐτῷ, τί διαφέρουσιν Ἑλλήνων; Πῶς γὰρ, εἰ τοῦτο φρονοῦσιν, οὐχὶ καὶ κατ' αὐτῶν ἐστι τὸ ἀνάγνωσμα, καὶ ὡς αὐ τοὺς μεμφόμενός ἐστιν ὁ μακάριος Παῦλος; Καὶ ὁ μὲν Κύριός φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ ὁ παρ' αὐτοῦ δὲ κηρύττειν ἀποσταλεὶς Ἀπόστο λος γράφει· Ὃς ὣν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· οὗτοι δὲ τολ μῶσι διαιρεῖν, καὶ ἀλλότριον αὐτὸν τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἀϊδιότητος λέγειν, καὶ τρεπτὸν εἰσ άγειν οἱ ἄθεοι, οὐ βλέποντες, ὅτι, ταῦτα λέγοντες, οὐκέτι ποιοῦσιν αὐτὸν ἓν μετὰ τοῦ Πατρὸς, ἀλλὰ μετὰ τῶν κτισμάτων. Τίς γὰρ οὐχ ὁρᾷ, ὅτι ἀδιαίρετόν ἐστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἴδιον αὐτοῦ συνυπάρχον τούτῳ φύσει, καὶ οὐκ ἐπιγέγονεν ὕστε 25.569 ρον; Εἶτα τοῦ Πατρὸς λέγοντος, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, καὶ τῶν Γραφῶν λεγουσῶν τοῦτον εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἐν ᾧ καὶ οἱ οὐ ρανοὶ ἐστερεώθησαν, καὶ ἁπλῶς πάντα δι' αὐτοῦ ἐγένετο· οὗτοι, καινῶν ἐφευρεταὶ δογμάτων καὶ πλασμάτων γενόμενοι, ἕτερον ἐπεισάγουσι λό γον, καὶ ἄλλην σοφίαν τοῦ Πατρὸς εἶναι, τοῦτον δὲ κατ' ἐπίνοιαν διὰ τὰ λογικὰ λέγεσθαι Λόγον καὶ Σοφίαν, οὐχ ὁρῶντες ἐκ τούτου τὸ ἄτοπον. Εἰ γὰρ δι' ἡμᾶς λέγεται κατ'