1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

5

τούτου μόνου τὰ δευτερεῖα τῶν ἐπαίνων ἔχειν· πλούσιος, νέος, ἐν ὑπερορίοις διάγων, ἐν πολυανδρούσῃ πόλει τὴν διαγωγὴν ἔχων, ἐν ᾗ διὰ τὸ κατ' ἐξουσίαν ταῖς ἡδο ναῖς συζῇν τοὺς νέους, ὄνειδος ἦν ἡ καθαρότης τῶν σωφρονούντων τοῖς ἄφροσιν· οὐ μητρὸς πολυ 46.905 πραγμονούσης τὸν βίον, οὐ πατρὸς παιδαγωγοῦντος τὴν καθ' ἡμέραν ζωήν· εἰς τοσοῦτον ἐπῆρεν ἑαυτὸν δι' ἀπαθείας πρὸς ἀρετὴν, ὡς τὸν τοῦ παντὸς ἔφορον, μάρτυρα τῶν βεβιωμένων ποιήσασθαι, τὸν τῇ πο νηρᾷ πληγῇ τὴν συκοφαντίαν τῆς γυναικὸς ἀπελέγ ξαντα. Καὶ τί ἄν τις ἐπινοήσειε μεῖζον εἰς ἐγκωμίων ὑπόθεσιν; πῶς δ' ἄν τις κατ' ἀξίαν αὐτὸν θαυμάσειεν; Ὃς τῷ λόγῳ καταπαλαίσας τὴν φύσιν καὶ καθάπερ τι τῶν ὑποχειρίων ζώων ὑποζεύξας τῷ λο γισμῷ τὴν νεότητα, καὶ πάντων τῶν φυσικῶν ἐπ εγειρομένων παθημάτων κρείττων γενόμενος, καὶ τὸν πᾶσι τοῖς καλοῖς ἐπιφυόμενον φθόνον καθ' ἑαυτοῦ κινήσας, καὶ τούτου κρείττων ἐγένετο, μήτε πρὸς τὴν ἐπιβουλὴν τῶν ἑταίρων ἑαυτὸν διαναστήσας πρὸς ἄμυναν, καὶ τὴν ὑπηρετησαμένην ἐκείνοις πρὸς τὸν μῶμον εὐεργετήσας, τοῦ κατὰ τὸν δαίμονα πάθους διὰ προσευχῆς ἐξελόμενος. Τοιοῦτον ἔγνωμεν διὰ τῆς ἱστορίας τὸν Ἰωσὴφ, ᾧ προὔκειτο μὲν κατ' ἐξουσίαν ἡ περὶ τὴν γυναίκα τοῦ δεσπότου παρανομία, αὐτῆς ἐκείνης ἐπιμανείσης τῇ ὥρᾳ τοῦ νέου· καὶ μάρτυς τῶν τολμωμένων ἦν ἀνθρώπων οὐδείς· ἀλλὰ κἀκεῖ νος πρὸς τὸν θεῖον ὀφθαλμὸν βλέπων, τὸ δόξαι κακὸς πρὸ τοῦ γενέσθαι προείλετο, τὰ τῶν κακούργων ὑπο στὰς μᾶλλον, ἢ κακοῦργος γενόμενος. Ἀλλ' ἔστι τι τάχα τούτῳ, καὶ πλέον τῆς ἱστορίας καυχήσασθαι· οὐ γὰρ ἴσον ἐστὶν εἰς ἀποτροπὴν τοῦ μιάσματος, τό τε τῆς μοιχείας ἄγος, καὶ τὸ δοκοῦν ἐν ἐλάττονι πλημ μελήματι τὸν μῶμον ἔχειν. Ὁ τοίνυν ἐν ᾧ κίνδυνός τις ἐκ τῶν νόμων οὐκ ἦν φοβερωτέραν μᾶλλον τῆς τιμωρίας αὐτὴν ἐξ ἁμαρτίας ἡδονὴν καθ' ἑαυτὴν εἶ ναι κρίνας, ἢ παρήλασε τὸν Ἰωσὴφ τῇ μεγαλοφυΐᾳ τοῦ θαύματος, ἢ πάντως οὐκ ἐν δευτέροις κριθήσε. Ἀλλὰ τὸ μὲν προοίμιον τοῦ βίου, τοιοῦτον. Αὐτὸς δὲ ὁ βίος τίς; Ἐπειδὴ πᾶσαν παίδευσιν τῆς ἔξω σοφίας ἐπιδραμὼν, ἐνέτυχε Φιρμιλιανῷ τινι τῶν εὐ πατριδῶν Καππαδόκῃ, ὁμοιοτρόπῳ κατὰ τὸ ἦθος, ὡς ἔδειξεν ἐκεῖνος τῷ μετὰ ταῦτα βίῳ, κόσμος τῆς Ἐκκλησίας τῶν Καισαρέων γενόμενος, καὶ τόν τε σκοπὸν τοῦ φρονήματος καὶ ἰδίου βίου φανερὸν τῷ φίλῳ ἐποίησεν, ὡς εἴη πρὸς τὸν Θεὸν βλέπων, καὶ τὴν ἐκείνου σπουδὴν ἔγνω περὶ τὴν αὐτὴν ἐπιθυμίαν συμβαίνουσαν, καταλιπὼν πᾶσαν τὴν περὶ τῆς ἔξω φιλοσοφίας σπουδὴν, προσφοιτᾷ μετ' ἐκείνου τῷ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς τῶν Χριστιανῶν φιλοσοφίας καθηγουμένῳ (Ὠριγένης δὲ οὗτος ἦν, οὗ πολὺς ἐπὶ τοῖς συγγράμμασι λόγος), δεικνὺς καὶ διὰ τούτου, οὐ μόνον τὸ φιλομαθὲς καὶ φιλόπονον, ἀλλὰ καὶ τὸ κατεσταλμένον ἐν τῷ ἤθει καὶ μέτριον· τοσαύτης γὰρ σοφίας ἀνάπλεος ὢν ἑτέρῳ χρήσασθαι διδασκάλῳ πρὸς τὰ θεῖα τῶν μαθημάτων, οὐκ ἀπηξίωσεν, καὶ διαγαγὼν παρὰ τῷ διδασκάλῳ χρόνον τοῖς μαθήμασι σύμμετρον, πολλῶν ὄντων τῶν παρακαλούντων καὶ κατεχόντων αὐτὸν ἐπὶ τῆς ἀλλοδαπῆς, καὶ παρ' αὐ τοῖς ἀξιούντων μένειν, πάντων προτιμοτέραν τὴν ἐνεγκοῦσαν αὐτὸν ποιησάμενος, ἐπὶ τὴν πατρίδα πάλιν ἐπάνεισιν, τὸν παντοδαπὸν πλοῦτον τῆς σοφίας τε καὶ τῆς γνώσεως ἐπαγόμενος, ὃν καθάπερ τις ἔμπορος 46.908 ἐν ταῖς ἔξω σπουδαῖς πᾶσι καθομιλῶν τοῖς εὐ δοκίμοις ἐνεπορεύσατο. Καίτοι γε τῷ δικαίως τὰ πράγματα κρίνοντι οὐδὲ τοῦτο μικρὸν πάντως εἰς εὐφημίαν δόξει, τὸ πόλεως τοσαύτην ἱκετηρίαν ἐκ κοινοῦ γενομένην ὑπεριδεῖν, καὶ πάντων τῶν ἐν αὐτῇ λογάδων τὴν ὑπὲρ τοῦ κατα μεῖναι τὸν ἄνδρα σπουδὴν, τῶν τε ἐπιδημούντων αὐτοῖς ἀρχόντων τὴν εἰς αὐτὸ τοῦτο προθυμίαν παρα δέξασθαι· οἷς πᾶσι σκοπὸς ἦν, μεῖναι παρ' αὐτοῖς τὸν μέγαν ἐκεῖνον, καθάπερ οἰκιστὴν ἀρετῆς, καὶ βίου νομοθέτην ἐσόμενον· ἀλλὰ φεύγων πανταχόθεν τὰς πρὸς τὸν τύφον ὕλας, εἰδὼς ἀρχηγὸν ὡς τὰ πολλὰ τοῦ κατὰ κακίαν βίου τὸ καθ' ὑπερηφανίαν πάθος γινόμενον, ὥσπερ τινὰ λιμένα, τὸν ἡσύχιον ἐπὶ τῆς πατρίδος μέτεισι βίον.