1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

14

καὶ παῖδες πανδημεὶ πάντες ἱκέται τοῦ μεγάλου γίνονται, δεόμενοι λύσιν αὐτοῖς τινα τῶν κακῶν ἐξ ἀνελπίστων πορίσασθαι. Ἅπαντα γὰρ ἐν αὐτῷ τὸν Θεὸν ἔλεγε δύνασθαι, ὅσα ταῖς ἀνθρωπίναις ἐπινοίαις καὶ διανοίαις ἐστὶν ἀμή χανα. Μηδὲν γὰρ τῶν εἰς βουλήν τε καὶ δύναμιν ἀνθρωπίνην ἡκόντων παρ' αὐτῶν ἐλλειφθῆναι, λίθοις καὶ χώμασι, καὶ εἴ τι ἄλλο πρὸς τὰ τοιαῦτα τῶν κα κῶν εἴωθεν ἐπινοεῖσθαι, πάντα πεποιηκότων, καὶ ἀντισχεῖν πρὸς τὴν τοῦ κακοῦ μὴ δυνηθέντων φοράν. Καὶ ὡς ἂν μάλιστα παρ' αὐτῶν ἐναχθείη πρὸς ἔλεον, αὐτόπτην ἠξίουν γενέσθαι τῆς συμφορᾶς, καὶ μαθεῖν ὡς οὔτε δυνατῶς εἶχον μεταθεῖναι τὴν οἴκησιν, καὶ ὅτι πάντοτε αὐτοῖς ὁ θάνατος ἐπὶ τῇ ὁρμῇ κεῖται τοῦ ὕδατος. Γενόμενος τοίνυν κατὰ τὸν τόπον (οὐδεὶς γὰρ ὄκνος αὐτῷ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν διεκώλυεν)· οὔτε ὀχήματος, οὔτε ἵππων, οὔτε ἄλλου τινὸς τῶν διαγαγεῖν αὐτὸν δυναμένων προσδεηθεὶς, ἀλλὰ βα κτηρίᾳ τινὶ στηριζόμενος, πᾶσαν διήνυσε τὴν ὁδὸν, καὶ ἅμα προσφιλοσοφῶν τοῖς τῆς ὁδοῦ κοινωνοῦσιν αὐτῷ περὶ τῆς ὑψηλοτέρας ἐλπίδος, ἐν οἷς ἀεὶ κατὰ τὸ προηγούμενον διατρίβων, τὰ ἄλλα πάρεργα τῆς προ τιμοτέρας ἐποιεῖτο σπουδῆς· ὡς οὖν ὑπεδείχθη παρά τε τῶν προκαθηγησαμένων ἡ τοῦ ῥείθρου παρα τροπὴ, καὶ αὐτὸ τὸ φαινόμενον τὴν συμφορὰν διεμή νυεν, εἰς βαθεῖαν χαραδρωθέντος τοῦ τόπου φαράγγα διὰ τῆς τῶν ὑδάτων ἐμπτώσεως· ταῦτά φησι πρὸς τοὺς 46.932 συνειλεγμένους· Οὐκ ἔστιν ἀνθρώπων, ἀδελφοὶ, τὸ διαλαμβάνειν ὅροις τὴν τοῦ ὕδατος κίνησιν· μόνης τῆς θείας δυνάμεως ἔργον τὸ τοιοῦτόν ἐστιν, ἐντὸς ὅρων κατακλείειν τὴν τῶν ὑδάτων φοράν. Οὕτως γάρ φησι πρὸς τὸν Θεὸν ὁ Προφήτης· ὅτι «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται.» Μόνῳ τῷ ∆εσπότῃ τῆς κτίσεως Χριστῷ ἡ τῶν στοιχείων φύσις ἐστὶν ὑποχείριος, ἐν οἷς ἂν ταχθῇ τόποις, εἰς τὸ διηνεκὲς παραμένουσα. Ἐπειδὴ τοίνυν ὁ Θεός ἐστιν ὁ νομοθετῶν τοὺς ὅρους τοῖς ὕδασι, μόνος ἂν ἐκεῖνος τῇ ἰδίᾳ δυνάμει καὶ τοῦ ποτα μοῦ τούτου τὴν ἀταξίαν πεδήσειεν. Εἶπεν, καὶ οἷον ἔνθους ἐξ ἐπινοίας θειοτέρας γενό μενος, καὶ μεγάλῃ τῇ φωνῇ τὸν Χριστὸν αὐτῷ σύμ μαχον πρὸς τὸ προκείμενον ἐλθεῖν ἐπευξάμενος, καταπήγνυσι τὴν βακτηρίαν, ἣν διὰ χειρὸς ἔφερεν, κατὰ τὸν διεφθορότα τόπον τῆς ὄχθης. ∆ιάβροχος δὲ οὖσα κατ' ἐκεῖνο ἡ γῆ καὶ σομφώδης, ῥᾳδίως ὑπενό στησε κατὰ τὸ βάθος, τῷ τε βάρει τῆς βακτηρίας ἅμα καὶ τῇ χειρὶ τοῦ πηγνύντος ὑπείξασα. Εἶτα τοῦτο καθάπερ τι κλεῖθρον γενέσθαι καὶ κώλυμα τῆς τῶν ὑδάτων ἀταξίας τῷ Θεῷ ἐπευξάμενος, πάλιν ὑπέστρεφεν, ἔργῳ δείξας ὅτι πᾶν τὸ παρ' ἐκείνου γινόμενον ὑπὸ θείας ἐνηργεῖτο δυνάμεως. Εὐθὺς γὰρ οὐ μετὰ πολὺν χρόνον ἡ μὲν βακτηρία, ταῖς ὄχθαις ἐῤῥιζωθεῖσα, δένδρον ἐγένετο. Τῷ δὲ ῥείθρῳ τὸ φυτὸν ὅρος ἐπάγη, καὶ μέχρι τοῦ νῦν τοῖς ἐπιχωρίοις θέαμα γίνεται τὸ φυτὸν καὶ διήγημα. Ὅταν γὰρ ἐξ ἐπομβρίας τε καὶ χειμάῤῥων ὁ Λύκος ἐκεῖνος πλημμυρῶν κατὰ τὸ σύνηθες καὶ τραχυνόμενος φέρηται, φοβερὸς ἐπι καχλάζων τῷ ῥεύματι, τότε περὶ τὸν πυθμένα τοῦ δένδρου κατὰ τὸ ἄκρον ἐπιφαύσας τῷ ὕδατι, πάλιν ὀγκωθεὶς κατὰ τὸ μέσον συστέλλει τὸ ῥεῖθρον, καὶ οἷον φοβούμενος ἐμπελάσαι τῷ δένδρῳ, κυρτῷ τῷ κύ ματι παραμείβει τὸν χῶρον.

Τοιαύτη τοῦ μεγάλου Γρηγορίου ἡ δύναμις, μᾶλλον δὲ τοῦ Θεοῦ τοῦ ἐνεργοῦντος ἐν ἐκείνῳ τὰ θαύματα. Καθάπερ γὰρ ὑποχειρία τις οὖσα τῶν στοιχείων ἡ φύσις ἐδείκνυτο πρὸς τὸ δοκοῦν ἀλλασσομένη τοῖς ἐπιτάγμασιν, ὥστε λίμνην μὲν εἰς πυροφόρον χώραν μετατεθῆναι, τὰς δὲ χαράδρας τοῦ ὕδατος οἰκισθῆναι, τῆς βακτηρίας ᾠκειωμένης τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν. Ὄνομα δὲ μέχρι τοῦ νῦν ἐστι τῷ δένδρῳ, ἡ βακτηρία, μνημόσυνον τῆς Γρηγο ρίου χάριτος καὶ δυνάμεως τοῖς ἐγχωρίοις ἐν παντὶ τῷ χρόνῳ σωζόμενον. Τί βούλει τούτοις τῶν προφητι κῶν θαυμάτων ἀντιπαρατεθῆναι διὰ συγκρίσεως; Εἴπω τὴν τοῦ Ἰορδάνου τομὴν, ἣν τῇ πληγῇ τῆς μηλωτῆς ὁ Ἠλίας πρὸ τῆς ἀνόδου πεποίηται, καὶ μετ' αὐτὸν Ἐλισσαῖος ὁ κληρονόμος τῆς μηλωτῆς καὶ τοῦ πνεύ ματος; Ἀλλ' ἐπὶ τούτων, μόνοις τοῖς