1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

12

λεγό μενόν τε καὶ γινόμενον, θείᾳ δυνάμει πράττεσθαί τε καὶ λέγεσθαι πεπιστευκότων, οὐδὲ τῶν βιωτικῶν ἀμφισβητημάτων, ἄλλο τι δικαστήριον ᾤοντο εἶναι αὐτοῖς κυριώτερον, ἀλλὰ πᾶσα κρίσις καὶ πᾶσα δυσδιεξόδευτος πραγμάτων πλοκὴ ταῖς ἐκείνου συμ βουλίαις διελύετο. Ὅθεν εὐνομία τε καὶ εἰρήνη κοινῇ τε καὶ πᾶσι καὶ τοῖς καθ' ἕκαστον διὰ τῆς ἐκείνου χαρίτος ἦν, καὶ πολλὴ τῶν ἀγαθῶν ἡ ἐπίδοσις, ἰδίᾳ τε καὶ κοινῇ, μηδεμιᾶς κακίας τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ἐπικοπτούσης. Οὐκ ἄκαιρον δ' ἂν ἴσως εἴη, μιᾶς αὐτοῦ κρίσεως μνήμην ποιήσασθαι· ὡς ἂν, κατὰ τὴν παροιμίαν, ὅλον ἡμῖν γένηται καταφανὲς ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα. Καὶ γὰρ ἡ θεία Γραφὴ, πολ λὰς τοῦ Σολομῶντος κρίσεις τοῖς ὑπηκόοις δικάσαν 46.925 τος, ἠρκέσθη διὰ μιᾶς πᾶσαν τοῦ ἀνδρὸς παραστῆ σαι τὴν σύνεσιν. Ὅτε ταῖς δύο μητράσι δικάζων, ἐπειδὴ ἀνεξέλεγκτον ἦν τὸ ἀδίκημα, κατὰ τὸ ἴσον ἑκατέρας αὐτῶν, τὸ μὲν τεθνηκὸς παιδίον οὐ προσ ιεμένης, τοῦ δὲ περιόντος ἀντεχομένης, ἔγνω δι' ἐπινοίας ἀνιχνεῦσαι τὴν κεκρυμμένην ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀμάρτυρον ἦν τὸ ἀδίκημα, καὶ ἰσοστά σιος ἐφ' ἑκατέρων ἥ τε τοῦ ψεύδους καὶ ἡ τῆς ἀλη θείας ὑπόνοια, τὴν φύσιν εἰς μαρτυρίαν τῆς ἀλη θείας ἑαυτῷ παρεστήσατο, διὰ τῆς σεσοφισμένης ἀπειλῆς τὸν σκοπὸν τῆς διανοίας ἐπικρυψάμενος. Προστάξας γὰρ δῆθεν τοῦ τε περιόντος καὶ τοῦ τε θνηκότος τὸ σῶμα κατὰ τὸ ἴσον ξίφει διατμηθέντων ἀμφοτέραις προσνεμηθῆναι τὰ τῶν τέκνων ἡμίτομα, παρέδωκε τῇ φύσει τῆς ἀληθείας τὴν κρίσιν τοῦ πράγματος. Ὡς γὰρ ἡ μὲν ἀσμένως τὸ προστετα γμένον ἐδέξατο, καὶ τὸν δήμιον ἤπειγεν· ἡ δὲ συγ κινηθεῖσα τοῖς μητρῴοις σπλάγχνοις, ἡττῆσθαι διωμολόγει, φείσασθαι τοῦ τέκνου παρακαλοῦσα (χά ριν γὰρ εἶχεν, εἰ ὁπωσοῦν τὸ νήπιον σώζοιτο), τοῦτο κριτήριον τῆς ἀληθείας ὁ βασιλεὺς ποιησάμενος, τῇ κατὰ τὸ ἑκούσιον τὴν νικῶσαν ψῆφον χαρίζεται, λο γισάμενος ὅτι ἡ ἀφειδοῦσα τῆς τοῦ τέκνου σφαγῆς κατηγορεῖται παρὰ τῆς φύσεως, καὶ ὡς οὐκ οὖσα μήτηρ ἐκείνου, οὗ κατεπείγει τὸν θάνατον.

Τίνα τοίνυν καὶ ἡμεῖς κρίσιν τοῦ μεγάλου Γρηγορίου διηγη σόμεθα; ∆ύο τινὲς ἀδελφοὶ, νέοι τὴν ἡλικίαν, ἄρτι τὸν πατρῷον ἐν ἑαυτοῖς διελόμενοι κλῆρον, λίμνης ἀντεποιοῦντο μιᾶς, πᾶσαν ἔχειν φιλονεικοῦντες ἑκά τερος, καὶ οὐ παραδεχόμενος τὸν ἄλλον ὁ ἕτερος εἰς κοινωνίαν τῆς κτήσεως. Γίνεται οὖν τῆς δίκης κύριος ὁ διδάσκαλος. Καὶ κατὰ τὸν τόπον γενόμενος, τοῖς ἰδίοις αὐτοῦ νόμοις ἐκέχρητο πρὸς τὴν δίαιταν, εἰς καταλλαγὰς ἄγων, καὶ συμβῆναι παρακαλῶν διὰ φιλίας τοὺς νέους, καὶ τὸ τῆς εἰρήνης κέρδος προ τιμότερον τῶν ἐκ τῆς προσόδου ποιήσασθαι. Τὴν μὲν γὰρ εἰς ἀεὶ παραμένειν καὶ ζῶσι καὶ τελευτή σασιν· τῶν δὲ πρόσκαιρον μὲν τὴν ἀπόλαυσιν, αἰω νίαν δὲ τῇ ἐπὶ τὴν ἀδικίᾳ κατάκρισιν ἔχει, καὶ ὅσα εἰκὸς ἦν ἐκεῖνον λέγειν, καταστέλλοντα τὸ ἀτακτοῦν τῆς νεότητος. Ἐπεὶ δὲ ἄπρακτος ἦν ἡ παράκλησις, καὶ ἡ νεότης ἐφλέγμαινεν, καὶ εἰς θυμὸν ἐξεκαίετο πλείονι τῇ ἐλπίδι τοῦ κέρδους περιοιδαίνουσα, καὶ στρατὸς ἑκα τέρωθεν ἐκ τῶν ὑποχειρίων παρεσκευάζετο, πολυχει ρία φονῶσα θυμῷ καὶ νεότητι στρατηγουμένη, καὶ ὥριστο τῆς συμπλοκῆς ὁ καιρός· μελλούσης δὲ κατὰ τὴν ὑστεραίαν τῆς μάχης ἐξ ἑκατέρων συῤῥήγνυ σθαι, παραμείνας ταῖς ὄχθαις τῆς λίμνης ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ διακαρτερήσας ἐν ἀγρυπνίᾳ τὴν νύ κτα, Μωσαϊκήν τινα θαυματουργίαν ἐπὶ τοῦ ὕδατος ἔδειξεν· οὐ πληγῇ ῥάβδου πρὸς δύο τμήματα τὸν βυθὸν διασχίσας, ἀλλ' εὐχῇ πᾶσαν αὐτὴν ἀθρόως ἀπο 46.928 χερσώσας, ἤπειρον ἔδειξεν τῷ ὄρθρῳ τὴν λίμνην, ξηράν τε καὶ ἄνικμον, ὡς μηδὲ ἐν τοῖς κοίλοις ἔχειν τι τοῦ ὕδατος λείψανον, τὴν πρὸ τῆς εὐχῆς πελαγί ζουσαν. Καὶ ὁ μὲν ταῦτα τῇ θείᾳ δυνάμει δικάσας, πάλιν πρὸς ἑαυτὸν ἀνεχώρει· τοῖς δὲ νέοις ἡ ἐκ τῶν ἔργων ἀπόφασις τὴν φιλονεικίαν διέλυσεν. Μὴ γὰρ ὄντος τοῦ ὑπὲρ οὗ τῶν κατ' ἀλλήλων ἐξήρτυον πόλε μον, εἰρήνη τὸν θυμὸν διεδέξατο, καὶ πάλιν ἑαυτὴν ἐν τοῖς ἀδελφοῖς ἡ φύσις ἐγνώρισε. Καὶ νῦν ἔστιν ἰδεῖν τῆς θείας ἐκείνης ἀποφάσεως ἐναργῆ τὰ ση μεῖα. Κύκλῳ γὰρ τῆς ποτε λίμνης ἴχνη