1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

21

νος, οἷον ἐφορῶν τῷ ὀφθαλμῷ τῆς ψυχῆς τὰ γινόμενα, τὴν θείαν ἐπεκαλεῖτο συμμαχίαν ὑπὲρ τῶν ἐναθλούν των τῇ ὁμολογίᾳ τῆς πίστεως. Καί ποτε μετὰ τῶν συνόντων κατὰ τὸ σύνηθες τῷ Θεῷ προσευχόμενος, ἀθρόως ἀγῶνός τε καὶ θορύβου καταπλησθεὶς, ἔνδηλος ἦν ἐν τοῖς παροῦσιν οἷον ξενιζόμενος, καὶ ἐναγωνιῶν τῷ θεάματι, καὶ τὴν ἀκοὴν ἐπέχων, καθάπερ ἤχου τινὸς πρὸς αὐτὸν διαβαίνοντος. Καὶ διαγενομένου διαστήματος οὐκ ὀλίγου, μείνας πάντα τὸν ἐν τῷ μέσῳ χρόνον, ἀκλινὴς καὶ ἀκίνητος, εἶθ' ὥσπερ τοῦ προκειμένου θεάματος εἰς ἀγαθὸν καταλήξαντος, πάλιν ἐπανῆλθέ τε πρὸς τὸ σύνηθες, καὶ ἀνευφήμησε τὸν Θεὸν ἐν λαμπροτάτῃ φωνῇ, τὸν ἐπινίκιόν τε καὶ εὐχαριστήριον ὕμνον ἐπιφθεγξάμενος, ὃν πολλαχῆ τῆς ψαλμῳδίας τοῦ ∆αβὶδ ἀκούομεν λέγοντος, τὸ Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Τῶν δὲ περὶ αὐτὸν θαυμαστικῶς διατεθέντων, καὶ μαθεῖν ἀξιούντων, ὅ τί ποτε εἴη τὸ ἐν ὀφθαλμοῖς αὐτοῦ γενόμενον θέαμα, εἰπεῖν λέγεται, μέγα πτῶμα κατὰ τὴν ὥραν ἐκείνην ἑωρα κέναι, καταπαλαισθέντος τοῦ διαβόλου ὑπὸ νεανίου τινὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. Τῶν δὲ ἀγνοούν των ἔτι τὸ εἰρημένον, σαφέστερον αὐτοῖς διηγεῖται, ὅτι συμμαχίᾳ κρείττονι κατὰ τὴν ὥραν ἐκείνην νεα νίας τις τῶν εὐπατριδῶν, τοῖς ἱδρῶσι τῆς πίστεως ἐνηγωνίσατο, προσαχθεὶς ὑπὸ τῶν δημίων τῷ ἄρχοντι. Προσέθηκε δὲ καὶ τὸ ὄνομα, Τρωάδιον αὐτὸν ὀνομά σας· καὶ ὅτι μετὰ πολλὰς βασάνους, αἷς γενναίως ἐνεκαρτέρησε, τὸν διὰ τῆς μαρτυρίας ἀνεδήσατο στέφανον.

Ἐκπλαγεὶς δὲ πρὸς τὴν ἀκοὴν ὁ διάκονος, καὶ οὔτε ἀπιστεῖν τινι τῶν λεγομένων τολμῶν· καὶ ἅμα κρεῖττον τῆς ἀνθρωπίνης φύσεως εἶναι νομίσας, τὸ πόῤῥωθεν ὄντα τῆς πόλεως, μηδενὸς ἀνθρώπου τὰ κατ' αὐτὸν διαγγείλαντος, ὡς ἐφεστῶτα τοῖς πράγμασι λέγειν πρὸς τοὺς συνόντας περὶ τῶν ἐκεῖ γενομένων, ἱκέτης γίνεται τοῦ διδασκάλου ὀφθαλμοῖς ἐπιτραπῆ ναι καὶ γνῶναι τὰ πεπραγμένα· καὶ μὴ κωλυθῆναι παρ' αὐτοῦ γενέσθαι μέχρι τῶν τόπων αὐτῶν, ἐν οἷς τὸ θαῦμα ἐγένετο. Τοῦ δὲ φοβερὸν εἶναι λέγοντος, τὸ ἐν μέσῳ τῶν φονευτῶν γενέσθαι, καὶ πολλάκις ἐξ ἐπηρείας τοῦ ἀντικειμένου τι τῶν ἀβουλήτων παθεῖν, ἐπιθαρσεῖν ἔλεγεν ὁ διάκονος τῇ τῶν εὐχῶν αὐτοῦ συμμαχίᾳ, φθεγξάμενος ταύτην πρὸς αὐτὸν τὴν φω νήν· Σύ με παράθου τῷ Θεῷ, καὶ οὐδείς μοι φό βος καὶ τῶν πολεμίων καθάψεται. Τοῦ δὲ καθάπερ συνέμπορον αὐτῷ τὴν τοῦ Θεοῦ βοήθειαν διὰ τῆς εὐ χῆς συνεκπέμψαντος, πεποιθὼς τὴν ὁδὸν διῄει, πρὸς οὐδένα τῶν ἀπαντώντων ἐπιστρεφόμενος. Ἑσπέριος δὲ τῆς πόλεως ἐντὸς γεγονὼς, καὶ κοπώδης ἐκ τῆς 46.952 ὁδοιπορίας γενόμενος, λουτρῷ θεραπεῦσαι τὸν κόπον ἀναγκαῖον ᾠήθη. Ἐπεκράτει δὲ κατὰ τὸν τόπον ἐκεῖνον δαίμων τις ἀνθρωποκτόνος ἐπιχωριάζων τῷ λουτρῷ, οὗ ἡ φθοροποιὸς δύναμις ἐνεργὸς μετὰ σκότος κατὰ τῶν προσεγγιζόντων ἐγίνετο, καὶ τούτου χάριν ἄβατον τὸ λουτρὸν ἦν ἐκεῖνο μετὰ τὰς ἡλίου δυσμὰς καὶ ἀνενέργητον· ᾧ παραστὰς ἠξίου τὸν ἐπιτεταγμένον ἀνοῖξαι τὴν θύραν, δοῦναί τε τὴν εἴσοδον αὐτῷ καὶ μὴ φθονῆσαι τῆς ἐκ τοῦ λουτροῦ θεραπείας. Τοῦ δὲ μαρτυρουμένου μηδένα τῶν κατὰ τὴν ὥραν ἐκεί νην κατατολμώντων τοῦ ὕδατος ἰδίοις ὑποστρέψαι ποσὶν, ἀλλὰ πάντων μετὰ τὴν ἑσπέραν κατακρατεῖν τὸ δαιμόνιον, καὶ πολλοὺς ὑπ' ἀγνοίας ἤδη παθεῖν τὰ ἀνήκεστα, οὓς ἀντὶ τῆς ἐλπισθείσης ἀνέσεως θρῆνοι καὶ οἰμωγαὶ διεδέξαντο· ταῦτα καὶ τὰ τοι αῦτα διεξιόντος, οὐδὲν μᾶλλον ἐκεῖνος ὑφίει τῆς ἐπιθυμίας, ἀλλ' ἐνέκειτο παντὶ τρόπῳ καταναγ κάζων αὐτὸν, εἰς τὰ ἐντὸς παραδέξασθαι. Ὁ δὲ τὸ μὴ συγκινδυνεῦσαι τῇ ἀγνοίᾳ τοῦ ξένου, κέρδος ποιούμενος, τὴν κλεῖν ἐπ' αὐτῷ ποιησάμενος, πόῤῥω τοῦ λουτροῦ ἀπαλλάσσεται. Ἐπειδὴ δὲ γυ μνωθεὶς ἐντὸς ἦν, πολύτροποί τινες φόβων καὶ κατ απλήξεων ἀφορμαὶ παρὰ τοῦ δαιμονίου συνεσκευά ζοντο, φάσματα παντοδαπὰ πυρὶ καὶ καπνῷ μεμι γμένην τὴν φύσιν ἐπιδεικνύμενα, ἐν ἀνθρώπων καὶ θηρίων μορφῇ τοῖς ὀφθαλμοῖς ἐμπίπτοντα, ταῖς ἀκοαῖς ἐνηχοῦντα, τῷ ἄσθματι προσεγγίζοντα, κύκλῳ περὶ τὸ σῶμα χεόμενα. Ὁ