1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

παρ' οἷς αὐτὰ τὰ χαράγματα τῆς μακα ρίας ἐκείνης χειρὸς εἰς ἔτι καὶ νῦν διασώζεται. Ταῦτ' οὐχὶ πρὸς τὰς θεοτεύκτους ἐκείνας πλάκας ἁμιλλᾶται τῇ μεγαλοφυΐᾳ τῆς χάριτος; ἐκείνας δὲ λέγω τὰς πλάκας, ἐν αἷς ἡ τοῦ θείου βουλήματος ἐνετυπώθη νομοθεσία. Ὡς γὰρ τὸν Μωϋσέα φησὶν ὁ λόγος, ἔξω τοῦ φαινομένου γενόμενον, καὶ ἐντὸς τῶν ἀοράτων ἀδύτων τῇ ψυχῇ καταστάντα (τοῦτο γὰρ ὁ γνόφος αἰνίττεται), μαθεῖν τε τὰ θεῖα μυστήρια, καὶ δι' ἑαυτοῦ τῆς θεογνωσίας παντὸς τοῦ λαοῦ καθηγήσα σθαι· τὴν αὐτὴν ἔστι καὶ ἐπὶ τοῦ μεγάλου τούτου κατιδεῖν οἰκονομίαν· ᾧ ὄρος μὲν ἦν, οὐκ αἰσθητόν τι ἢ γεώλοφον, ἀλλὰ τὸ ὕψος τῆς τῶν ἀληθινῶν δογμά των ἐπιθυμίας· γνόφος δὲ τὸ τοῖς ἄλλοις ἀχώρητον θέαμα· δέλτος δὲ ἡ ψυχή· τὰ δὲ ἐν ταῖς πλαξὶ γράμ ματα, ἡ τοῦ ὀφθέντος φωνή· δι' ὧν ἁπάντων αὐτῷ τε καὶ τοῖς παρ' ἐκείνου μυσταγωγουμένοις ἐγένετο ἡ τῶν μυστηρίων φανέρωσις. Ἐπειδὴ τοίνυν παῤῥη σίας τινὸς καὶ θάρσους διὰ τῆς ὄψεως ἐκείνης πλή ρης ἐγένετο, καθάπερ τις ἀθλητὴς ἀρκοῦσαν πρὸς τοὺς ἄθλους ἐμπειρίαν τε καὶ δύναμιν ἐκ παιδοτρί βου κτησάμενος, θαρσῶν ἀποδύεται πρὸς τὸ στάδιον, καὶ πρὸς τοὺς ἀντιπάλους ἀγωνίζεται, τὸν αὐτὸν τρόπον κἀκεῖνος, τῇ τε καθ' ἑαυτὸν μελέτῃ καὶ τῇ συμμαχίᾳ τῆς ἐπιφανείσης αὐτῷ χάριτος, ἱκανῶς τὴν ψυχὴν ἀλειψάμενος, οὕτως ἀντιλαμβάνεται τῶν ἀγώνων. Οὐ γὰρ ἄλλο τι χρὴ καλεῖν, ἢ ἀγῶνας καὶ ἄθλους, πάντα τὸν καθ' ἱερωσύνην αὐτοῦ βίον, ἐν ᾧ πᾶσαν διὰ τῆς πίστεως τὴν τοῦ ἀντικειμένου κατ ηγωνίσατο δύναμιν. Εὐθὺς γὰρ ἀπὸ τῆς ἐσχατιᾶς ἑαυτὸν ἀναστήσας, καὶ πρὸς τὴν πόλιν τὴν ὁρμὴν ἔχων, ἐν ᾗ ἔδει τῷ Θεῷ τὴν Ἐκκλησίαν συστήσασθαι· ἐπειδὴ ἔγνω πάντα τὸν χῶρον τῇ τῶν δαιμόνων ἀπάτῃ κατακρατούμενον, καὶ τοῦ μὲν ἀληθινοῦ Θεοῦ ναὸν οὐδαμοῦ κατεσκευασμένον, πεπληρωμένην δὲ πᾶσαν τὴν πόλιν καὶ τὴν περίοικον βωμῶν τε ἱερῶν καὶ ἀφιδρυμάτων· παντὸς τοῦ ἔθνους ταύτην ἔχοντος τὴν σπουδὴν, ὅπως ἂν τὰ τεμένη τῶν εἰδώλων καὶ τὰ ἱερὰ καλλωπίζοιτο, καὶ παραμένοι τοῖς ἀνθρώποις ἡ εἰδωλομανία, πομπαῖς τε καὶ τελεταῖς καὶ τοῖς ἐπιβωμίοις μιάσμασι κρατυνομένη· καθάπερ τις στρατιώτης γενναῖος τῷ κρατοῦντι τῆς παρατάξεως συμπλακεὶς, δι' ἐκείνου τὸ ὑποχείριον τρέπεται· οὕ τως καὶ ὁ μέγας οὗτος ἀπ' αὐτῶν τῶν δαιμόνων τῆς ἀριστείας ἄρχεται. Τίς δὲ ὁ τρόπος; ∆ιερχόμενος γὰρ τὴν ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ὁδὸν, ἑσπέρας καταλαβούσης, καὶ ὄμβρου βιαιοτέρου συνέχοντος, 46.916 ἐντὸς ἱεροῦ τινος γίνεται, μετὰ τῶν ἑπομένων αὐτῷ.

Τὸ δὲ ἱερὸν ἐκεῖνο τῶν ἐπισήμων ἦν, ᾧ τις φανερὰ τῶν θεραπευομένων δαιμόνων ἐπιφοίτησις τοῖς νεω κόροις ἐγίνετο, μαντικῆς τινος χρησμῳδίας παρ' αὐ τῶν ἐνεργουμένης. Ὑπελθὼν δὲ τὸ ἱερὸν μετὰ τῶν σὺν αὐτῷ, τὰ μὲν δαιμόνια παραχρῆμα τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Χριστοῦ κατεπτόησεν· τῷ δὲ τύπῳ τοῦ σταυροῦ τὸν μεμολυσμένον ταῖς κνίσσαις ἀέρα καθαγνίσας, δι ήγαγεν, κατὰ τὸ σύνηθες αὐτῷ, τὴν νύκτα πᾶσαν ἐν προσευχαῖς τε καὶ ὑμνῳδίαις διαγρυπνήσας, ὥστε μετασκευασθῆναι εἰς προσευχῆς οἶκον, τὸν ἐβδελυ γμένον τῷ τε ἐπιβωμίῳ λύθρῳ καὶ τοῖς ἀφιδρύμα σιν. Τοῦτον δὲ τὸν τρόπον τῆς νυκτὸς αὐτῷ διανυ σθείσης, εἴχετο πάλιν κατὰ τὸν ὄρθρον τῆς ἐπὶ τὸ πρόσω πορείας. Τοῦ δὲ νεωκόρου κατὰ τὸν ὄρθρον τὴν συνήθη προσάγοντος θεραπείαν τοῖς δαίμοσιν, εἰ πεῖν ἐπιφανέντα φασὶν αὐτῷ τὰ δαιμόνια, ἄβατον αὐ τοῖς τὸ ἱερὸν εἶναι, διὰ τὸν ἐν αὐτῷ καταμείναντα· τὸν δὲ καθαρσίοις τισὶ καὶ θυσίαις χρώμενον ἐπιχει ρεῖν διὰ τούτων πάλιν εἰσοικίσαι τῷ ναῷ τὰ δαιμόνια· ὡς δὲ πᾶσαν αὐτοῦ πεῖραν προσάγοντος, ἄπρακτος ἦν ἡ σπουδὴ, οὐδαμοῦ κατὰ τὸ σύνηθες ὑπακουόν των αὐτοῦ τῶν δαιμόνων τῇ ἐπικλήσει· τότε θυμῷ καὶ ὀργῇ διαναστὰς καταλαμβάνει τὸν μέγαν ἐκεῖ νον ὁ νεωκόρος, πάντα ἀπειλῶν τὰ δεινότατα, καὶ τοῖς ἄρχουσιν εἰσαγγέλλειν, καὶ χειρὶ κατ' αὐτοῦ κεχρῆσθαι, βασιλεῖ καταμηνύειν τὴν τόλμαν, ὅτι δὴ Χριστιανὸς ὢν καὶ θεοῖς ἐχθρὸς, ἐτόλμησεν ἐντὸς τῶν ἀνακτόρων γενέσθαι· οὗ τὴν εἴσοδον ἀπεστράφθαι τὴν ἐν τοῖς