1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

17

ὄψεως σωφρονισθῆναι, ἰδόντα περιστερῶν ἀγέλην ἀμηχάνῳ τινὶ διαλάμπουσαν κάλλει, καί τινος ἀκηκοέναι λέγοντος, Ἀλεξάνδρου τὰς περιστερὰς εἶναι ταύτας, ἃς ἐν γέλωτι ἐκεῖνος πεποίηται. Τί τούτων ἄν τις πρὸ τοῦ ἑτέρου θαυμάσειε; τὸ μὴ δυσ ωπηθῆναι τὸν ἄνδρα τῶν ἀξιωμάτων τὴν ψῆφον, καὶ μὴ συναρπασθῆναι πρὸς τὰς μαρτυρίας τῶν προεχόντων· ἢ μᾶλλον τὸ θαυμάσαι τὸν ἐγκεκρυμ μένον τοῖς ἄνθραξι πλοῦτον, ᾧ παραχρῆμα παρὰ τοῦ Θεοῦ ἡ τῆς ὀρθῆς κρίσεως μαρτυρία διὰ τῆς τοῦ ῥήτορος ἐπηκολούθησεν ὄψεως; Ἐμοὶ μὲν γὰρ ἐφ' ἑαυτοῦ τούτων ἑκάτερον τοιοῦτον εἶναι δοκεῖ, ὡς πρὸς ἄλληλα μὲν ἔχειν τὴν ἅμιλλαν· πάντων δὲ μικροῦ δεῖν τῶν ἐπὶ θαύματι μνημονευομένων πρωτεύειν. Τό τε γὰρ ἀντιβῆναι τῇ τῶν προεχόντων ὁρμῇ, τῆς 46.940 ἀτρέπτου καὶ ὑψηλῆς διανοίας ἐναργέστατον ἐγίνετο γνώρισμα· ᾧ πάντα τὰ κατὰ τὸν κόσμον φαινόμενα ἐν τῷ ὁμοίῳ καθεωρᾶτο, εἴτε πρὸς τὸ μεῖζόν τε καὶ περιφανέστερον, εἴτε καὶ πρὸς τὸ ταπεινόν τε καὶ ἀφανὲς οἰκείως εἶχε· μόνῃ δὲ νέμων τῇ ἀρετῇ τὴν προτίμησιν, καὶ μόνην τὴν ἐν κακίᾳ ζωὴν κρίνων ἀπόβλητον, ἀντ' οὐδενὸς ἑώρα τὰ πάντα, ὅσα κατὰ τὸν βίον ἢ σπουδῆς τινος, ἢ ἀτιμίας ἄξια κρίνεται. Ὃ δὴ καὶ τότε πεποιηκὼς ἐπιδείκνυται. Ζητῶν γὰρ τὸν τῷ Θεῷ κεχαρισμένον καὶ ἄξιον εὑρεῖν, οὐκ ἀξιό πιστον εἰς μαρτυρίαν ᾠήθη πλοῦτον παραλαβεῖν καὶ ἀξίωμα, καὶ τὰς κατὰ τὸν κόσμον τοῦτον περιφανείας, ὧν οὐδὲν ἐν τοῖς τῶν ἀγαθῶν καταλόγοις ὁ θεῖος ἀπηριθμήσατο λόγος. Οὐ τοῦτο μόνον τοίνυν ἐστὶν ἐπαίνου τε καὶ θαύματος ἄξιον, τὸ μὴ προέσθαι τὰς τῶν δυναστευόντων σπουδάς· ἀλλὰ καὶ διὰ τῶν ἐφ εξῆς αὐτὸς ἑαυτὸν ὑπερβάλλειν. Ὁ γὰρ μόνον τὴν ἀναξίαν ἀπωσάμενος ψῆφον, μὴ προσθεὶς δὲ τῇ χρείᾳ τὸ λεῖπον, τὸ μὲν κακὸν ἐκώλυσε, τὸ δὲ ἀγαθὸν οὐκ ἐποίησεν. Ὁ δὲ πρὸς τῷ μὴ συνθέσθαι τῷ χείρονι καὶ τὸ καλὸν ἐξευρὼν, δι' ἀμφοτέρων ἐτελείωσε τὸ ἀγαθὸν, οὔτε τῷ κακῷ συγχωρήσας τὴν πάροδον, καὶ τὸ καλὸν προσαγαγὼν εἰς ἐνέργειαν· ὡς κατὰ ἀμ φότερα γενέσθαι τὴν εὐεργεσίαν τοῦ μεγάλου Γρηγορίου ἐν τῇ πόλει, τό τε κατὰ ἄγνοιαν παρ' αὐτῶν πλημμελούμενον ἐπιστρέψαντος, καὶ τὸ κεκρυμμένον παρ' αὐτοῖς ἀγαθὸν δι' ἑαυτοῦ φανερώσαντος.

Πάντων δὲ κατὰ γνώμην τοῦ μεγάλου προκεχωρηκότων τῇ συμμαχίᾳ τοῦ ἁγίου Πνεύματος, οὐκ ἄκαιρον ἂν εἴη, καὶ τὸ τῆς ὁδοῦ πάρεργον διηγήσασθαι, ὡς ἂν διὰ πάντων ἡ συμπαροῦσα τῷ ἀνδρὶ χάρις ἐπεδείκνυτο. Ἐπειδὴ γὰρ ἅπασι πρόδηλον ἦν, ὅτι τοῦτο πρὸ πάντων τῷ ἀνδρὶ ἐσπούδαστο τὸ πάντα πρὸς τὴν τῶν δεομένων παραμυθίαν βλέπειν· εἴτε πρὸς κέρδος ὁρῶντες ἐκ τῶν Ἑβραίων δύο τινὲς, εἴτε τινὰ μῶμον κατὰ τοῦ ἀνδρὸς ἐπινοοῦντες, ὡς εὐκόλως πρὸς τὸ ἐξαπατᾶσθαι διακειμένου, παραφυλάσσουσιν αὐτοῦ τὴν ἐπάνοδον. Καὶ τούτων ὁ μὲν, τεθνάναι δόξας, ἐν ὑπτίῳ τεταμένος τῷ σχήματι, κατὰ τὸ πλάγιον τῆς λεωφόρου προέκειτο· ὁ δὲ ἕτερος ἐπικωκύων δῆθεν τῷ κειμένῳ τὰς τῶν θρηνούντων φωνὰς ὑπεκρίνατο, καὶ παριόντα τὸν μέγαν ἐπεβοᾶτο, λέγων, ἀθρόως συσχεθέντα θανάτῳ τὸν δείλαιον τοῦτον, γυμνὸν κεῖ σθαι καὶ πρὸς ταφὴν ἀπαράσκευον. Ἐδεῖτο τοίνυν τοῦ μεγάλου μὴ περιιδεῖν ἐπ' αὐτῷ τὴν ὁσίαν ψυχὴν, ἀλλ' οἶκτόν τινα τῆς πενίας λαβόντα παρασχεῖν ἐκ τῶν ἐνόντων τὸν ἔσχατον κόσμον ἐπιβληθῆναι τῷ σώ ματι. Ὁ μὲν ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἱκέτευεν· ὁ δὲ μελλήσας οὐδὲν, τὴν περικειμένην αὐτῷ διπλοΐδα ἐπιβαλὼν τῷ κειμένῳ, τοῦ πρόσω τῆς ὁδοιπορίας εἴχετο. Ἐπεὶ δὲ διαβάντος ἐκείνου, ἐφ' ἑαυτῶν ἦσαν οἱ ταῦτα κατ' αὐτοῦ παίξαντες, μεταβαλὼν ὁ ἀπα τεὼν ἐκεῖνος τὸν ἐσχηματισμένον θρῆνον εἰς γέλωτα, διανίστασθαι τῷ κειμένῳ παρεκελεύετο, ὑφ' ἡδονῆς τῷ ἐκ τῆς ἀπάτης αὐτοῖς προσγενομένῳ κέρδει ἐπι 46.941 καγχάζων. Ὁ δὲ ἦν ἐν ὁμοίῳ τῷ σχήματι μηδενὸς ἀκούων τῶν λεγομένων. Τοῦ δὲ γεγωνοτέρᾳ τῇ φωνῇ κεχρημένου, καὶ ἅμα τῷ ποδὶ διεγείροντος, οὐδὲν μᾶλ λον ὁ κείμενος, οὔτε τῆς φωνῆς ἐπήκουεν, οὔτε τῆς πληγῆς ἐπῃσθάνετο· ἀλλ' ἦν ὁμοίως ἐκτεταμένος τῷ σχήματι. Νεκρὸς γὰρ ἦν ὁμοῦ τῇ ἐπιβολῇ τοῦ ἱμα τίου, κατὰ