1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

11

τοῖχοι, ὅ τι περικαλύψωσιν. Ταῦτα δὲ πρὸς τοὺς συνέντας διεξιόντος, ἐπιστάς τις τῶν ἐπισήμων ἀνὴρ, γένει καὶ πλούτῳ, καὶ τῇ λοιπῇ δυναστείᾳ τοῖς πρώτοις ἐναρίθμιος ὤν· Μουσώνιος ὄνομα τῷ ἀνδρί· ὡς εἶδεν πολλοὺς περὶ τὴν αὐτὴν σπουδὴν προθυμουμένους, ὅπως ἂν τοῖς ἰδίοις οἴκοις τὸν ἄνδρα δέξοιντο, φθάσας τοὺς ἄλλους, ὑφαρπάζει τὴν χάριν, ἑαυτῷ παρακαλῶν ἐπιξενωθῆναι τὸν μέ γαν, καὶ τιμῆσαι τῇ εἰσόδῳ τὸν οἶκον· ὡς ἂν σεμνό τερός τε καὶ ἀοίδιμος τῷ μετὰ ταῦτα γένοιτο βίῳ, τοῦ χρόνου καὶ τοῖς ἐφεξῆς τὴν μνήμην τῆς τοιαύ της τιμῆς παραπέμποντος.

Ἐπεὶ δὲ καὶ ἄλλοι πολλοὶ συνδραμόντες περὶ τῶν ὁμοίων ἱκέτευον, δίκαιον εἶναι κρίνας δοῦναι τὴν χάριν τῷ προκατάρξαντι, τοὺς ἄλλους διὰ τῆς τῶν λόγων φιλοφροσύνης διασπασάμενός τε καὶ ἀντιτι μήσας, παρὰ τῷ προλαβόντι κατάγεται. Εἰ δὲ δι ηγηματική τίς ἐστι καὶ ἀκατάσκευος τῶν περὶ αὐ τοῦ λόγων ἡ ἱστορία, τὰς ἐκ περινοίας τινὸς ἐφ ευρισκομένας τοῖς πράγμασιν ἐπαυξήσεις ἑκουσίως τοῦ ἡμετέρου παραλιπόντος λόγου· γένοιτο ἂν καὶ αὐτὴ τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν οὐ μικρὰ μαρτυρία, τοῦ μηδὲν δι' ἐπινοίας ἐπαύξεσθαι τῷ μνημονευομένῳ τὰ θαύματα, ἀλλ' ἀρκεῖν τὴν μνή μην τῶν κατ' αὐτὸν πραγμάτων πρὸς τελειότατον ἔπαινον· οἷόν τι κάλλος αὐτοφυὲς ἐπὶ προσώπου, οὐδεμιᾷ περιεργίᾳ κομμωτικῆς τέχνης ἐπανθιζόμε νον. Ὄντων δὲ τῶν προκατηχουμένων τὸν λόγον ἐν ὀλίγῳ τῷ ἀριθμῷ, πρὶν παρελθεῖν τὴν ἡμέραν, καὶ ἐν δυσμαῖς γενέσθαι τὸν ἥλιον, τοσοῦτοι παρὰ τὴν συντυχίαν προσέθεντο, ὥστε πρὸς σύστημα λαοῦ τὸ πλῆθος τῶν πεπιστευκότων ἱκανῶς ἔχειν. Ὄρθρος, καὶ πάλιν ἐπὶ θύραις ὁ δῆμος, αὐτοί τε καὶ γυναῖκες καὶ παῖδες, καὶ τὸ γηραιὸν τῆς ἡλικίας, καὶ οἷς τισιν ἦν ἐκ δαιμόνων, ἢ ἐξ ἄλλης τινὸς ἐπηρείας, ἡ συμ φορὰ περὶ τὸ σῶμα· καὶ ἐν μέσοις ἐκεῖνος πρὸς τὴν ἑκάστου τῶν συνειλεγμένων χρείαν ἁρμοδίως τῇ 46.924 δυνάμει τοῦ Πνεύματος μεριζόμενος, κηρύσσων, συν εξετάζων, νουθετῶν, διδάσκων, ἰώμενος.

Τούτῳ γὰρ δὴ μάλιστα προσήγετο τοὺς πολλοὺς τῷ κηρύγματι, ὅτι συνέβαινεν ἡ ὄψις τῇ ἀκοῇ, καὶ δι' ἀμφοτέρων τῆς θείας δυνάμεως ἐπέλαμπεν αὐτῷ τὰ γνωρίσματα. Τὴν μὲν γὰρ ἀκοὴν ὁ λόγος, τὰς δὲ ὄψεις τὰ περὶ τοὺς ἀσθενοῦντας ἐξέπληττε θαύματα. Ὁ πενθῶν παρεκαλεῖτο· ὁ νέος ἐσωφρονίζετο· ὁ γηραιὸς τοῖς καθήκουσι λόγοις ἐθεραπεύετο. ∆οῦλοι πρὸς δεσπό τας οἰκείως ἔχειν, οἱ κρατοῦντες τοῖς ὑποχειρίοις φιλανθρωπεύεσθαι, ὁ πενόμενος ἕνα πλοῦτον εἶναι τὴν ἀρετὴν ἐδιδάσκετο, ἥτις πᾶσι πρόκειται κατ' ἐξουσίαν ἡ κτῆσις, ὁ τῷ πλούτῳ κομῶν καταλλήλως ἐνουθετεῖτο, οἰκονόμος εἶναι τῶν προσόντων, οὐ κύ ριος διδασκόμενος. Γυναιξὶ τὰ πρόσφορα, παισὶ τὰ σύμμετρα, πατράσι τὰ πρέποντα νέμων, καὶ πάντα πᾶσι γενόμενος, τοσοῦτον ἑαυτῷ λαὸν ἀθρόως τῇ συνεργίᾳ τοῦ Πνεύματος παρεστήσατο, ὥστε πρὸς ναοῦ κατασκευὴν ὁρμῆσαι, πάντων χρήμασί τε καὶ σώμασι πρὸς τὴν σπουδὴν ὑπουργούντων. Οὗτός ἐστιν ὁ ναὸς, οὗ τὰς ἀρχὰς ἐκεῖνος τῆς κατασκευῆς κατ εβάλετο· ἐπεκαλλώπισε δέ τις τῶν μετ' ἐκεῖνον, ἐκείνου ἀξίως· ὁ μέχρι τοῦ παρόντος δεικνύμενος, ὃν ὁ μέγας ἐκεῖνος εὐθὺς ἐπιστὰς, οἷόν τινα θεμέλιον καὶ κρηπῖδα τῆς ἰδίας ἱερωσύνης τῷ περιφανεστάτῳ τῆς πόλεως ἐναπέθετο, θείᾳ τινὶ δυνάμει τελειώσας τὸ ἔργον, ὡς τῷ μετὰ ταῦτα μαρτυρεῖται χρόνῳ. Σεισμοῦ γάρ ποτε βαρυτάτου τῇ πόλει ἐν τοῖς καθ' ἡμᾶς χρόνοις γεγενημένου, καὶ πάντων μικροῦ δεῖν ἄρδην ἀπολωλότων, τῶν τε δημοσίων καὶ τῶν ἰδιωτι κῶν οἰκοδομημάτων ἁπάντων ἐρειπιωθέντων καὶ ἐρη μωθέντων, μόνος ἔμεινεν ὁ ναὸς ἐκεῖνος ἀῤῥαγής τε καὶ ἄσειστος, ὡς καὶ διὰ τούτου φανερὸν εἶναι, καὶ μεθ' οἵας δυνάμεως ὁ μέγας ἐκεῖνος τῶν κατ' αὐτὸν πραγμάτων ἀντελαμβάνετο. Ἀλλὰ ταῦτα μὲν πολλοῖς ὕστερον χρόνοις εἰς μαρ τυρίαν τῆς τοῦ μεγάλου πίστεως παρὰ τῆς θείας ἀπεδείχθη δυνάμεως. Τότε δὲ τοῖς ἀποστολικοῖς θαύ μασι τῶν τε κατὰ τὴν πόλιν καὶ τὴν περίοικον ἁπάν των ἐκπεπληγμένων, καὶ πᾶν τὸ παρ' αὐτοῦ