1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

6

Παντὸς δὲ τοῦ ἔθνους πρὸς τὸν ἄνδρα βλέποντος, καὶ πάντων προσδεχομέ νων δημοσιεύειν αὐτὸν ἐν κοινοῖς συλλόγοις τὴν παί δευσιν, ὡς ἄν τινα καρπὸν σχοίη τῶν μακρῶν πόνων τὴν ἐπ' αὐτοῖς εὐδοκίμησιν· εἰδὼς ὁ μέγας ἐκεῖνος ὅθεν προσήκει τὴν ἀληθῆ φιλοσοφίαν παρὰ τῶν ἀκρι βῶς μετιόντων δημοσιεύεσθαι, ὡς ἂν μήποτε φιλο τιμίᾳ τινὶ τὴν ψυχὴν τρωθείη (δεινὸς γάρ ἐστι τῶν ἀκουόντων ὁ ἔπαινος, τύφῳ τινὶ καὶ φιλοδοξίᾳ τῆς ψυχῆς ὑποχαυνῶσαι τὸ σύντονον), τούτου χάριν ἐπί δειξιν ποιεῖται τὴν σιωπὴν, ἔργῳ δεικνὺς τὸν ἐγκεί μενον θησαυρὸν, οὐχὶ ῥήμασι, καὶ τῶν κατ' ἀγορὰν θορύβων, καὶ καθόλου τῆς ἐν ἄστει διαγωγῆς ἑαυτὸν χωρίσας, ἐν ἐσχατιᾷ τινι ἑαυτῷ μόνῳ συνῆν, καὶ δι' ἑαυτοῦ τῷ Θεῷ, μικρὸν παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ λόγον ποιούμενος, οὐ βασιλείας πολυ πραγμονῶν, οὐκ ἀρχὰς ἐξετάζων, οὐ πῶς διοικεῖταί τι τῶν κοινῶν διεξιόντος ἀκούων· ἀλλ' ὅπως ἂν ἡ ψυχὴ δι' ἀρετῆς τελειωθείη, τὴν φροντίδα ποιούμε νος, πρὸς τοῦτο τῇ σπουδῇ συνέτεινε τὸν πάντα βίον, καὶ τὰ ἐν αὐτῷ πράγματα χαίρειν ἐάσας, ἄλλος τις οὗτος ἐν τοῖς καθ' ἡμᾶς χρόνοις Μωϋσῆς ἀτεχνῶς πρὸς τὰ ἐκείνου θαύματα τὴν ἅμιλλαν ἔχων. Ἐξῆλθον ἀμφότεροι τοῦ ταραχώδους τούτου καὶ περιηχη μένου βίου, Μωϋσῆς καὶ Γρηγόριος, κατὰ τὸν ἴδιον ἑκάτερος χρόνον ἐφ' ἑαυτὸν ἰδιάσαντες, ἕως ἐμφα νὲς ἀμφοτέροις ἐκ θεοφανείας ἐγένετο τοῦ καθαροῦ βίου τὸ κέρδος· ἀλλὰ Μωϋσεῖ μὲν κατὰ τῆς φιλοσο φίας καὶ γαμετὴ συνεφείπετο· Γρηγόριος δὲ σύνοικον ἑαυτῷ μόνην τὴν ἀρετὴν ἐποιήσατο. Τοῦ τοίνυν σκο ποῦ τὸ ἴσον ἔχοντος ἐν ἀμφοτέροις (πέρας γὰρ τῶν ἀμφοτέρων τῆς τῶν πολλῶν ἀναχωρήσεως ἦν, τῷ καθαρῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοῆσαι τὰ θεῖα μυ στήρια), κρίνειν ἔξεστι τῷ πρὸς ἀρετὴν καλῶς βλέπειν ἐπισταμένῳ, ὁποτέρῳ τούτων μᾶλλον ὁ βίος δι' ἀπαθείας γέγονε, τῷ πρὸς τὴν νόμιμον καὶ συγ κεχωρημένην καταβάντι τῶν ἡδονῶν μετουσίαν, ἢ τῷ κατ' αὐτῆς ὑπεραρθέντι, καὶ μηδεμίαν δεδωκότι καθ' ἑαυτοῦ πάροδον τῇ ὑλικῇ προσπαθείᾳ. Φαιδίμου δὲ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς Ἀμασαίων Ἐκκλησίας 46.909 καθηγουμένου· ᾧ θεόθεν ἐξ ἁγίου Πνεύματος προγνω στική τις δύναμις ἦν· καὶ πᾶσαν ποιουμένου σπου δὴν, ὅπως ὑποχείριον λαβὼν τὸν μέγαν Γρηγόριον, εἰς Ἐκκλησίας ἀρχὴν ἀγάγοι, ὡς ἂν μὴ τοσοῦτον ἀγα θὸν ἀργόν τε καὶ ἀνόνητον παραδράμοι τὸν βίον· τῆς ὁρμῆς οὗτος τοῦ ἱερέως αἰσθόμενος, λανθάνειν ἐμηχανᾶτο, ἄλλο τε πρὸς ἄλλην ἐρημίαν μετανιστά μενος. Ἐπεὶ δὲ πᾶσαν καθιεὶς πεῖραν ὁ πολὺς ἐκεῖ νος Φαίδιμος, καὶ πάσῃ μηχανῇ τε καὶ ἐπινοίᾳ χρώ μενος, οὐχ οἷός τε ἦν προσαγαγεῖν τῇ ἱερωσύνῃ τὸν ἄνδρα, μυρίοις ὄμμασι τὸ μὴ ἁλῶναί ποτε τῇ χειρὶ τοῦ ἱερέως προφυλασσόμενον, καὶ ἦν ἐφάμιλλος σπουδὴ ἀμφοτέροις· τοῦ μὲν ἑλεῖν ἐπιθυμοῦντος, τοῦ δὲ ἀποφυγεῖν τὸν διώκοντα (ὁ μὲν γὰρ ᾔδει τῷ Θεῷ προσάξειν ἱερὸν ἀνάθημα, ὁ δὲ ἐδεδοίκει, μή τι γένηται αὐτῷ πρὸς φιλοσοφίας ἐμπόδιον οἷόν τι φορτίον ἡ τῆς ἱερωσύνης φροντὶς ἐπαχθεῖσα τῷ βίῳ)· τούτου χάριν ὁρμῇ τινι θειοτέρᾳ περὶ τὴν προκει μένην σπουδὴν ἐπαρθεὶς ὁ Φαίδιμος, οὐδὲν προσχὼν τῷ μεταξὺ διαστήματι, ᾧπερ ἀπὸ τοῦ Γρηγορίου διείργετο (τριῶν ἡμερῶν ὁδὸν ἐκείνου ἀπέχοντος), ἀλλὰ πρὸς τὸν Θεὸν ἀναβλέψας, καὶ εἰπὼν ὁμοίως ἑαυτόν τε κἀκεῖνον ἐπὶ τῆς ὥρας ἐκείνης ὑπὸ τοῦ Θεοῦ καθορᾶσθαι, ἀντὶ χειρὸς ἐπάγει τῷ Γρηγορίῳ τὸν λόγον, ἀφιερώσας τῷ Θεῷ τὸν σωματικῶς οὐ παρόντα, καὶ ἀποκληρώσας αὐτῷ τὴν πόλιν ἐκείνην, ἣν συνέβη μέχρι τῶν τότε χρόνων οὕτω τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι, ὥστε ἀπείρων ὄντων τῶν οἰκούντων αὐτήν τε τὴν πόλιν, καὶ τὴν περίοικον, μὴ πλείους εὑρεθῆναι τῶν ἑπτακαίδεκα τοὺς παραδε δεγμένους τὸν λόγον τῆς πίστεως. Οὕτω τοίνυν ὑπελθὼν τὸν ζυγὸν κατ' ἀνάγκην, πάντων μετὰ ταῦτα τῶν νομίμων ἐπ' αὐτῷ τελεσθέν των, καὶ βραχὺν χρόνον αἰτησάμενος παρὰ τοῦ τὴν ἱερωσύνην ἐπικηρύξαντος, πρὸς κατανόησιν τῆς κατὰ τὸ μυστήριον ἀκριβείας, οὐκέτι, καθώς φησιν ὁ Ἀπόστολος, σαρκὶ καὶ αἵματι προσανέχειν ᾤετο δεῖν, ἀλλὰ θεόθεν ᾔτει γενέσθαι αὐτῷ τὴν τῶν κρυφίων