1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

Τοιοῦτος γὰρ ὁ θησαυρὸς τῶν Γραφῶν· οὐ τῷ πλήθει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν νοημάτων τὴν εὐπορίαν ὑμῖν ἐνδείκνυνται. Τί οὖν φησιν ὁ σκηνοποιὸς, τὸ στόμα τῆς ἁγιωσύνης ἐμπεπλησμένον, ἡ γλῶττα ἡ τῷ θανάτῳ φοβερά; τί γράφει ἡ δεξιὰ ἐκείνη ἡ ἁλύσει καλλωπιζομένη καὶ δεσμὰ περιβεβλημένη, καὶ νεκροὺς ἐγείρουσα; τί γράφει· τί λέγει ἡ γλῶττα; τί γράφει ἡ δεξιά; Ἡμεῖς δὲ, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Πρόσεχε, εἰς βάθος καταβαίνομεν. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Θησαυρὸς μὲν οὖν κεκρυμμένος, ἀλλ' ἀνορύττωμεν καὶ τὰ βάθη πρὸς τὸ βάθος· οὐ γάρ ἐστι βυθὸς ζόφον ἔχων, ἀλλὰ βυθὸς φῶς βρύων. Εἰ καὶ ἀσαφὴς ὁ λόγος, ἀλλὰ πειράσομαι αὐτὸν εὔκολον ποιῆσαι καὶ ἰδιώτῃ καὶ πένητι καὶ οἰκέτῃ καὶ μαγείρῳ καὶ ναύτῃ καὶ γυναικὶ καὶ ἐλευθέρῳ καὶ δούλω. Τὰ γὰρ τοῦ Θεοῦ κοινῇ πρόκειται πᾶσιν ἀσαφείᾳ συσκιαζόμενα, ἀλλὰ τῇ ἑρμηνείᾳ εὐκατάληπτα γιγνόμενα. Εἰ δέ τίς ἐστι βραδύτης, τῇ εὐκολίᾳ τῆς διδασκαλία· σαφεστέραν ποιήσομαι τὴν τράπεζαν· μόνον μοι παρά 64.29 σχετε διάνοιαν συντεταμένην, καὶ μηδὲν μαλακίζεσθε 64.29 πεῖραν γὰρ ἔλαβον ὑμῶν τῆς ὑπακοῆς τῆς κατὰ τὴν διάνοιαν. ∆ιὸ καὶ πολλάκις δυσκόλοις ἐπεχείρησα νοήμασιν, οὐ προσδοκήσας αὐτὰ εὔληπτα ἔσεσθαι, ἀπὸ δὲ τῆς σπουδῆς τῆς κατὰ τὴν ἀκρόασιν ἰδὼν τὰ δύσκολα ῥᾴδια γενόμενα. Νήφουσα ἔστω ἡ διάνοια, καὶ οὐδὲν δύσκολον, συντεταμένη γνώμη, καὶ πάντα σαφῆ.

Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. Ταῦτα ἀναγινώσκοντες Ἕλληνες γελῶσι καὶ κωμῳδοῦσιν ἡμᾶς· τοιαῦτα, φησὶ, Παῦλος λέγει· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Κομπάζεις, ὦ Παῦλε (τὰ ἐκείνων λέγω), φύσας ἡμᾶς ταῖς ἐλπίσιν· ἐπῆρες ἡμῶν τὴν διάνοιαν, καινῆς ἐννοίας τὰς ἀκοὰς ἡμῶν πληροῖς· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Μάθε πρῶτον μὴ ἁπλῶς τετυφλῶσθαι· εἰς βάραθρον ἐμβάλλεις σαυτόν. Μὴ γὰρ οἶδας τί ἤκουσας· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι. Μὴ γὰρ οἶδας τὸν θησαυρόν; ὁ θησαυρὸς ἄνωθεν ἀκάνθας ἔχει καὶ λίθους, ἀλλ' ὅταν διασκαφῇ, κάτω μαργαρῖται εὑρίσκονται. Μή μοι τὰ ῥήματα ἁπλῶς, ἀλλὰ τὰ νοήματα· μή μοι τὰ ῥήματα· μετὰ ἀσφαλείας μάνθανε τί ἐστι Καινὴ κτίσις, μάνθανε τί Ἐν Χριστῷ· μάθε καὶ κατάβηθι εἰς φῶς· ἐπεὶ καὶ παιδίον πολλάκις ὁρᾷ βασιλέα παριόντα καὶ γελᾷ, καὶ ὁρᾷ βασιλεὺς καὶ οὐ μέλει αὐτῷ· οὐ γὰρ τοῦ βασιλέως ὁ ψόγος, ἀλλὰ τοῦ ἀτελοῦς τῆς ἡλικίας τὸ ἐλάττωμα. ∆εῦρο εἰσαγάγω σε εἰς τὰ ἄδυτα· μὴ ἁπλῶς ἀπὸ τῶν προπυλαίων θεώρει· δεῦρο ἀνακαλύψω σοι πᾶν τὸ ἀπόῤῥητον τῶν μυστηρίων. Καὶ τί μοι, φησὶν, ἔχεις εἰπεῖν; οὐκ εἶπεν ὅτι Καινὴ κτίσις ἐστὶ παρὰ Χριστιανοῖς; Πάνυ.

∆εῖξον οὖν μοι, φησὶ, καινὴν κτίσιν· δεῖξόν μοι ὅτι καινὸς οὐρανὸς ἐγένετο, ὅτι πρὸ μὲν τοῦ παραγενέσθαι τὸν Χριστὸν ἄλλος ἦν, μετὰ δὲ ταῦτα ἄλλος ἐγένετο· ὅτι θάλαττα ἄλλη, ὅτι σπέρματα ἄλλα, ὅτι φύσις ἄλλη, ὅτι καρπὸς ἄλλος, ὅτι ποταμοὶ ἄλλοι, ὅτι ἄνεμοι ἄλλοι· ταῦτα γὰρ πάντα ἀρχαῖα, καὶ σὺ λέγεις ὅτι καινὴ κτίσις; Ἀνάσχου, μὴ μαίνου· ὅσῳ ἀντιλέγεις, τοσοῦτον μᾶλλον βρύει τῆς ἀληθείας ἡ ὑπερβολή. Μὴ μαίνομαι; φησὶ, μὴ ἀντιλέγω; ἴδε ἡσυχάζω. Ἡσύχασον· ἐρωτήσω σε. Ἐρώτησον. Λέγει, πρὶν ἢ παραγενέσθαι τὸν Χριστὸν, ἄλλος ἦν ὁ οὐρανὸς, μετὰ δὲ τὸ παραγενέσθαι ἄλλος ἐγένετο; καὶ πρὶν ἢ παραγενέσθαι αὐτὸν κατὰ σάρκα ὁ αὐτὸς οὐρανὸς ἦν, καὶ μετὰ τὸ παραγενέσθαι αὐτὸν ὁ αὐτὸς ἔμεινεν οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ὁ ἀὴρ καὶ οἱ ἄνεμοι, Τί οὖν, φησὶ, κομπάζει Παῦλος λέγων· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα; Ἐγὼ, φησὶ, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς ἵνα ἴδῃς· δεῦρο, ποιήσω σοι ὀφθαλμοὺς καὶ ὁρᾷς. Καὶ ὀφθαλμοὺς ποιεῖς; Πάνυ. Καὶ δημιουργὸς εἶ; Πάνυ. Σὺ ἀπονενόησαι; Οὐχί.