1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

Ὁρῶν πυρέττον τὸ γένος τὸ ἡμέτερον, λούει· πρῶτον λέγει, Λοῦσαι, καὶ ἀπαλλάσσου τοῦ νοσήματος· λούει λουτρῷ παλιγγενεσίας καὶ ἀλείφει· καὶ τῷ χρίσματι τοῦ μύρου ἀλείφω σε, καὶ λούω καὶ μεταβάλλω σε. Καὶ τοσαύτη ἡ ἰσχὺς τοῦ λουτροῦ; Τοσαύτη. Κατάβηθι κάτω. Καταβαίνει κάτω, καὶ οὐ μένει ὁ παλαιὸς ἄνθρωπος. Μὴ σιδήρου χρεία; μὴ τομῆς καὶ ὀδύνης; ἐν ἡδονῇ ἡ ὠφέλεια· μὴ ἐπίπονος ἡ ἰατρεία; Καὶ τί ποιήσομεν ἵνα σωθῶμεν; μυρία εἰργασάμεθα κακὰ, πονηρὸν ἔχομεν συνειδὸς, ἀπωλόμεθα. Λέγει βαπτίζεσθαι καὶ σώζεσθαι· καὶ γὰρ λαβὼν χρίει, λούει, εἶτα τρέφει στερεὰν τροφήν. Ἐπειδὴ γὰρ ἀθῶος ὁ νοσηρὸς ἐγένετο, τρέφει αὐτὸν καὶ τρέφει τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ ποτίζει τὸ αἷμα τὸ ἑαυτοῦ· Ἐμοῦ, φησὶ, τοῦ ἀναμαρτήτου. Ἐπειδὴ γὰρ ἐγένου σὺ ἀναμάρτητος ἀπὸ τοῦ λουτροῦ, λαβὼν σῶμα τοιοῦτον, χρίει, λούει, τρέφει.

Τοῦτό ἐστι καινὴ κτίσις. Ὅταν εἰσέλθῃ πόρνος, καὶ γίνεται δίκαιος, οὐκ ἔστι καινὴ κτίσις; ὅταν εἰσέλθῃ ἅρπαξ, καὶ ἀπαλλαγῇ τῶν ἁμαρτημάτων, οὐκ ἔστι καινὴ κτίσις; Εἶδες ἐν τῇ χάριτι τὴν κτί 64.34 σιν; βλέπε καὶ ἐν τῇ πολιτείᾳ τὴν κτίσιν. Πόσαι πόρναι κατέλειπον τὰ θέατρα, ἀφῆκαν σηρικὰ ἱμάτια, κατεπάσσαντο σποδὸν, περιεβάλλοντο σάκκους, καὶ νῦν πολιτεύονται ἐν Χριστῷ; οὐκ ἔστι καινὴ κτίσις; Ὅταν οὖν ἴδῃς τὴν πόρνην μηκέτι πόρνην, ἀλλὰ παρθένου σεμνοτέραν, εἰπέ· Ἐκτίσθη αὐτῆς ἡ γνώμη, μετεβλήθη αὐτῆς ἡ καρδία, μετέστη ἡ διάνοια ἀπὸ τοῦ τρόπου· οὐκ ἔτι αὐτὴ εἰς τὸ θέατρον, οὐκέτι ἄλλους βροχίζει, ἀλλὰ καὶ αὐτὴ σώζεται· οὐκέτι ἄλλοις γίνεται σκάνδαλος, ἀλλὰ σωτηρία· βλέπουσι γὰρ οἱ πόρνοι, καὶ σώφρονες γίνονται.

Ὁρᾶς καινὴν τὴν κτίσιν; Ὅταν ἴδῃς τὸν ἅρπαγα, τὸν Ἕλληνα, τὸν βωμοὺς λείχοντα, τὸν μαινόμενον κατὰ Χριστιανῶν, μυρίους ἀποδύοντα ὀρφανοὺς, μυρίας γυμνοῦντα χήρας, Χριστιανὸν γενόμενον, καὶ τὰ ἑαυτοῦ διδόντα πένησι, καὶ εἰς παννυχίδας παραγινόμενον, εἰπὲ, Ἐκτίσθη ὁ αὐτός· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ὅρα πανταχοῦ τῆς οἰκουμένης καινὴν τὴν κτίσιν. Ὅταν ἴδῃς μοναχοὺς ὄρη κατειληφότας, ἐσταυρωμένους, τὰς ἀνάγκας τῆς φύσεως καταπατοῦντας, ἀγγέλους μιμουμένους τῇ ἀπαθείᾳ· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ἄπελθε εἰς Περσίδα, εἰ μὴ καὶ τῷ σώματι, ἀλλὰ τῷ νοΐ· μητέρας ἐγάμουν, νῦν δὲ παρθενίαν ἀσκοῦσιν. Ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Μέχρι βασιλέων βλέπε τὴν κτίσιν τῶν τὰ διαδήματα ἐχόντων. Πρὸ τούτου βασιλεῖς πάντα ἔπλησαν ἀσεβείας, νῦν δὲ βασιλεῖς εἰς ἐκκλησίαν ἀπαντῶσι· καίτοι πᾶσι φοβεροὶ οἱ βασιλεῖς· νῦν δὲ ἡ Ἐκκλησία αὐτοῖς φοβερά.

Τίς τολμᾷ εἰπεῖν βασιλεῖ, Θές σου τὸ διάδημα; ἡ δὲ Ἐκκλησία αὐτῷ λέγει, καὶ ὑπακούει, καὶ ἔρχεται γυμνῇ τῇ κεφαλῇ οὐδενὸς λέγοντος, ἀλλὰ τοῦ λογισμοῦ παραινοῦντος· γυμνῇ τῇ κεφαλῇ καὶ ἀκαλλωπίστῳ· ῥίπτει διάδημα, καὶ λαμβάνει σταυρόν. Εἰσέρχεται εἰς τὴν τράπεζαν ὁ πτωχὸς καὶ ὁ βασιλεὺς ὁμοίως· οὐκ ἄλλως ὁ πτωχὸς, καὶ ἄλλως ὁ βασιλεύς· οὐδὲ λέγει ὁ βασιλεὺς, Ἐμοὶ πλέον δὸς, καὶ τῷ πτωχῷ ἔλαττον, ἀλλὰ τὴν αὐτὴν ταπεινοφροσύνην, τὴν αὐτὴν εὐλάβειαν ἔχων, ὡς ὁ πτωχὸς καὶ ἐγώ· ὥστε, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.