1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

Οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώματος. Ἀλλὰ τὸ μεῖζον, τῆς διανοίας. Καὶ ποιεῖς μοι ὀφθαλμούς; Πάνυ. Οὐ γὰρ ἔχω; Οὐχί. Ἐπεὶ σὺ ὀφθαλμοὺς ἔχεις, ἐπεὶ ἐγὼ οὐκ ἔχω· πῶς; εἰπέ μοι. Ὅταν ἀπέλθῃς εἰς ναὸν, καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνὸν, λίθον ἄφωνον, καὶ εἴπῃς· Οὗτος ὁ θεός ἐστιν, ὀφθαλμοὺς ἔχεις; ὅταν τὸν λίθον θεὸν καλεῖς, πῶς ἔχεις ὀφθαλμούς; μήτι ὄφελος τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδοθεν πεπηρωμένων; Ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι ὀφθαλμοὺς, ἵνα ἴδῃς τὸν λίθον ὡς λίθον, ἵνα μὴ τὰ ἄμικτα μίξῃς, ἵνα μὴ τὰ διεστῶτα συναγάγῃς; Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνύσῃς, καὶ λαβὼν ἐγὼ αὐτὸ καύσω, μὴ ἔχεις ὀφθαλμοὺς τὸ καιόμενον θεὸν ὀνομάζων, ὅταν τὰ πάθη θεοποιεῖς; Μεθύει ἄνθρωπος καὶ περιφέρεται, καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλογον ἀπὸ τῆς μέθης· σὺ δὲ λέγεις ἡ μέθη θεὸς, καὶ καλεῖς αὐτὸν ∆ιόνυσον· ἡ πορνεία θεὸς, καὶ καλεῖς αὐτὸν Ἑρμῆν. Ὅταν οὖν τὰ πάθη καὶ ξύλα θεοποιεῖς, πῶς ἔχεις ὀφθαλμούς; τὰ ὁρώμενα οὐ βλέπεις, καὶ τὰ μὴ ὁρώμενά σοι ἔχω πιστεῦσαι; Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν; Ὁ ∆ιόνυσος λίθος ἐστὶ σαθρὸς, καὶ ἡ Ἀφροδίτη ξύλον ἐστίν.

Οὐ πιστεύεις μου τοῖς λόγοις; πίστευσον τῷ πελέκει· ὠθῶ αὐτὸ, καὶ ῥίπτω· δός μοι πῦρ, καὶ καίω. Τοῦτο μέθης ἐστὶ πάθος· ὁ νόμος αὐτὰ κολάζει, καὶ σὺ αὐτὰ θεοποιεῖς; μὴ ἔχεις ὀφθαλμούς; Ὁρᾷς ὅτι χρεία ἵνα ὀφθαλμούς σοι ποιήσω διὰ τοῦ λόγου; Ἐπεὶ καὶ Ἰουδαῖοι τοιοῦτοι ἦσαν· ὀφθαλμοὺς εἶχον, καὶ οὐκ ἔβλεπον· ὁ τυφλὸς οὐκ εἶχε, καὶ ἔβλεπε. Λέγει τῷ τυφλῷ ὁ Χριστὸς, Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; καὶ λέγει· Πιστεύω, καὶ προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι βλέπον 64.30 τες ἐσταύρωσαν. Ὁ τυφλὸς προσκυνεῖ, καὶ ὁ βλέπων σταυροῖ· διὰ τοῦτο λέγει· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Μήτι ἔχεις ὀφθαλμούς; Θέλεις οὖν κατασκευάσω σοι ὀφθαλμοὺς διὰ τοῦ λόγου, ὀφθαλμοὺς συνέσεως, ὀφθαλμοὺς ἀόρατα βλέποντας; Τοιοῦτοι γὰρ οἱ ὀφθαλμοὶ τῶν πίστει ὁρώντων ἡμῶν· οὐ τὰ βλεπόμενα ὁρῶσιν, ἀλλὰ τὰ μὴ βλεπόμενα. Κἂν μὲν θελήσῃς παρακολουθῆσαι, παρακολούθει· ἐὰν δὲ μὴ θελήσῃς, ἐγὼ τὸ ἐμὸν ποιῶ, παιδεύω.

Ποικίλος γὰρ ὁ λόγος, ἐναντίους μεταβάλλων, τοὺς οἰκείους διορθῶν, καὶ πολυπρόσωπος καὶ πάντοθεν ἀπηρτισμένος. Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ὦ στόμα! ὦ λαμπηδών! ἐγὼ γὰρ βλέπω τὸν θησαυρὸν, πρὶν ἢ αὐτὸν ἀνακαλύψω· βλέπω τὸ σκεῦος ὅλον τοῦ ∆ημιουργοῦ. Ὦ ὀφθαλμοὶ, οἷα βλέπουσι! Πρός με σύντεινον σαυτὸν, διανάστηθι. Κτίσις, ἐν τῇ Γραφῇ καλεῖται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Λέγεται μὲν συντόμως, δεῖ δὲ αὐτὸ ῥηθῆναι καὶ σαφέστερον. Λέγεται κτίζειν ὁ Θεὸς, οὐχ ὅταν τὸ μὴ ὂν ἐργάσηται μόνον, ἀλλ' ὅταν καὶ τὸ ὂν ἐνδιεστραμμένον ἢ ῥυπωθὲν διορθώσῃ καὶ καθάρῃ. Οἷόν τι λέγω· Ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον, τοῦτό ἐστι τὸ μὴ ὂν ἐργάσασθαι· καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἐργάσηται, ὧδε πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολή· ἐκεῖ τοῦ μὴ ὄντος παραγωγὴ, ὧδε τοῦ ὄντος, ἀπολλυμένου δὲ ἐπὶ τὸ βέλτιον μεταβολή. Καὶ ἵνα μάθῃς, ὅτι κτίσις λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλ' ὅταν τι ῥυπωθὲν καὶ διαστραφὲν διορθώσῃ καὶ καθάρῃ, ἄκουσον τοῦ ∆αυῒδ λέγοντος. Ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ κτισθεῖσα, ἦν δὲ ῥυπωθεῖσα ὑπὸ τῆς μοιχείας καὶ τοῦ φόνου· παρακαλεῖ οὖν τὸν Θεὸν καὶ λέγει· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Πρὸ οὖν τούτου ἀκάρδιος ἦν; πῶς οὖν τὸν Γολιὰθ κατήνεγκε; πῶς δὲ τῷ Θεῷ εὐηρέστει; Οὐ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας. Ἰδοὺ τοίνυν ἡ κτίσις λέγεται, οὐχὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ τῆς οὐσίας, ἀλλὰ καὶ τῆς οὔσης, διεφθαρμένης δὲ, εἰς τὸ βέλτιον μεταβολή.