1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

ἐκλιπαροῦντες, ἔφησε πρὸς αὐτούς· «Καὶ αὐτόθι μεθ' ὑμῶν εἰμι.» Καὶ δὴ θείᾳ τινὶ καὶ ἀοράτῳ ἐνεργείᾳ ὁ χαρακτὴρ αὐτῆς κίονι ἑνὶ ἐνίδρυστο· ἐν ᾧ καὶ αὐτὴ ἡ Θεομήτωρ παραγενομένη καὶ θεασαμένη τὸ ἴδιον ἐκτύπωμα, χαρᾶς τε καὶ θάμβης ἀναπλησθεῖσα, θαυμάσαι δὲ καὶ ἐκπλαγῆναι ἐπὶ τῇ τοῦ ἐξ αὐτῆς ἐνανθρωπήσαντος μητρικῇ εὐκλείᾳ καὶ εὐκληρίᾳ τὸ σέβας ἀπονείμαντος. Ὅνπερ χαρακτῆρα μέχρι Ἰουλιανοῦ τοῦ Παραβάτου ἀποσωζόμενον, Ἑβραίους τινὰς ζωγράφους ἀποστείλας, καὶ διὰ τὸ, τὸ ἐκτύπωμα ἐφ' ἑνὶ τῶν κιόνων τοῦ ναοῦ καθιδρυμένον ὁρῶντες, ὅλην ἐκτετυπωμένην τὴν ἡλικίαν· ἥ τε πορφύρα καὶ ὁ στολισμὸς, ὡς ἤδη ὁρῶσαν καὶ φθεγγομένην βλέποντες, μαρμαρικοῖς τεχνάσμασι ταύτην κατορύξαι πειρώμενοι, ἔτι μᾶλλον λαμπροτέραν καὶ ἀπαράλλακτον ἐν τῷ βάθει τοῦ κίονος ἐφεύρισκον. Καὶ ἄλλα δὲ πολλὰ σημεῖα καὶ θαυμαστὰ τέρατα ἐν τῇ τῆς παναγίας Θεομήτορος εἰκόνι, τῇ αὐτῇ θείᾳ ἐνεργείᾳ διαδείκνυνται· δι' ἧς καὶ δαίμονες ἐλαύνονται, νόσοι θεραπεύονται, λεπροὶ καθαρίζονται, δυνάμεις ἐνεργοῦνται, πᾶσα μαλακία καὶ ἀσθένεια ῥώννυται εʹ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπὶ γῆς ἔτι πολιτευόμενος, τὸ ἐκμαγεῖον τῆς ἁγίας μορφῆς αὐτοῦ ἐν σουδαρίῳ ἀπομαξάμενος, Αὐγάρῳ τινὶ τοπάρχῃ τῆς Ἐδεσσηνῶν μεγαλοπόλεως διὰ Θαδδαίου τοῦ θεσπεσίου ἀποστόλου ἐκπέμψας, καὶ τὸν θεῖον ἱδρῶτα τοῦ προσώπου ἐναπομάττεται, τὰ χαρακτηριστικὰ ἰδιώματα αὐτοῦ ἀποσώζων ἐν τούτῳ. Ὅπερ ἐκμαγεῖον μέχρι τῆς σήμερον ἡ λαμπροτάτη καὶ μεγαλώνυμος τῶν Ἐδεσσηνῶν πόλις ὥσπερ σκῆπτρον βασιλικὸν κατέχουσα, αὐχεῖ καὶ κομπάζει· σημεῖα ἐν τῷ λαῷ δεικνύοντος, τοῦ ταύτην αὐτῇ τὴν χάριν παρασχομένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἐν ᾗ καί ποτε Χοσρόου τοῦ Περσῶν βασιλέως τῷ τείχει αὐτῆς πυρκαϊὰν ἐλαίων ξύλα περιανάψαντος κυκλόθεν κύκλῳ, καὶ ταῦτα εἰς γῆν κατατεφρώσοντος, ὁ κατὰ καιρὸν ἁγιώτατος μητροπολίτης ἰδὼν τὸν λαὸν ἐκ τῆς ἄγαν πυρκαϊᾶς ἤδη μέλλοντα ἐναποθνήσκειν, τοῦτον τὸν σεβάσμιον χαρακτῆρα τοῦ θεοτυπώτου σουδαρίου διάρας, καὶ τὰ τείχη περιπολεύσας, θεία τις δύναμις ἐξελθοῦσα ἐν ἀνέμῳ καὶ πνοῇ βιαίᾳ τὴν πυρκαϊὰν ἐνέστρεψε τοῖς ὑπεναντίοις, καὶ διώδευσε καὶ ἐνεπύρισε τοὺς πέριξ, ὡς τοὺς Χαλδαίους τοὺς Ἀσσυρίους. ςϛʹ. Ποτὲ γάρ τινος καταφρονητικῶς λίθον διάραντος ἐν τῇ τοῦ Σωτῆρος εἰκόνι, εὐθὺς περιστερὰ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα, κόραξ ἀντεισάγεται· προδήλως ἀντὶ τοῦ ἁγίου Πνεύματος ὁ ἐζοφωμένος διάβολος κατοικιζόμενος, καὶ ἀντὶ φωτὸς μελανεμβαφὲς 95.353 σκότος ὑποδυόμενος. Καὶ ἄλλος γὰρ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει ὕπαρχος τῇ τάξει, τὴν ἐν τῷ προαυλίῳ τῆς Μεγάλης ἐκκλησίας ἁγίαν τῆς Θεομήτορος εἰκόνα περιερχόμενος πολλάκις φενακίζων καὶ διαμωκίζων, ἐν μιᾷ ὀφθεῖσα αὐτῷ ἔτι γρηγοροῦντι, ἔχουσα μετ' αὐτῆς δύο εὐνούχους, καὶ τούτου τὰς χεῖρας καὶ τοὺς πόδας διατείναντες, καὶ τῷ ἁγίῳ αὐτῆς δακτύλῳ διαχαραξάσης τὰ μέλη, αἱ ἁρμογαὶ τῶν χειρῶν ἐξ ἀγκόνων καὶ τῶν ποδῶν ἐξ ἀστραγγάλων θραυσθέντες, ὡς φύλλα ἀπὸ συκῆς διαῤῥαγέντες ἐκπεπτώκασι. Καὶ ἄλλον δέ τινα ἐν αὐτῇ τῇ πόλει τοιαῦτα τετολμηκότα καὶ ὑπὸ στρατιωτῶν διωκόμενον, πρόσφυγόν τε γεγονότα τῇ τῆς Θεομήτορος σεπτῇ εἰκόνι, καὶ τοῦτον ἐν ὀφθαλμοῖς πάντων ἀποστραφεῖσα, προὔχειρον εἰς σφαγὴν ὡς ἐπίβουλον παραδέδωκε. Καὶ πολλοὺς γὰρ πολλάκις τολμηρῶς προσκρούσαντας, οὐχ ἡ τυχοῦσα δίκη ἐκόλασεν. ζʹ. Ἐκλείψει με ὁ χρόνος διηγούμενον τὰ διηγήματα, ἅπερ ἐξ ἀρχαίων, καὶ ἄνωθεν ἁγίων προφητῶν καὶ ἀποστόλων, καὶ Πατέρων καὶ διδασκάλων νενομοθέτηται· οὐδὲν γὰρ λέληθε τοὺς πνευματοφόρους καὶ θεόπτας ἀποστόλους· ἀλλ' ἅπερ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ταῦτα καὶ ἐδίδαξαν, ταῦτα