1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

ἀκραιφνεστάτου τόμου ἐνετυπώσαμεν, δεικνύντες πρὸς τὴν θεοφόρον ὑμῶν θεοδίδακτον βασιλείαν, τὸ ἔνθεον καὶ οὐράνιον φρόνημα τῆς ὀρθοδόξου πίστεως πάσης ἀνατολικῆς διοικήσεως, κατὰ τὸν θεῖον λόγον· «∆ίδου σοφῷ ἀφορμὴν, καὶ σοφώ 95.385 τερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τὸ δέχεσθαι.» λαʹ. Ἑπόμενοι τῷ ὅρῳ τῶν θεοφόρων Πατέρων τοιάδε πεφρονηκότων καὶ θεσπισάντων κατὰ τὰς ἀποστολικὰς παραδόσεις καὶ τὰ ἀρχαῖα ἔθη τῶν Ἐκκλησιῶν, οὕτως πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτως ὁμολογοῦντες, πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων· αὕτη ἡ πίστις τὴν Ἐκκλησίαν ἐφώτισε· τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐνθέσμως τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ σταυροῦ ἐκτύπωσιν, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ ἀλλοτιοῦν τῶν ὄντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ παραδεδομένων κατὰ τὰ ἀρχαῖα ἔθη τῶν Πατέρων καὶ τῶν εὐσεβῶν καὶ πιστῶν βασιλέων, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρέσει ὑποβάλλεσθαι καὶ ἀναθεματίζεσθαι, εἰ δὲ μονάζοντες καὶ λαϊκοί εἰσι, τῷ αὐτῷ ἀναθέματι κατακρίνεσθαι, καὶ τῆς θείας κοινωνίας ἀφορίζεσθαι. Ταῦτα ὁρίζομεν τῇ κελεύσει καὶ αὐθεντίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔθετο πρόσταγμα, καὶ οὐ παρελεύσεται· τοῦ κλείσαντος τὴν ἄβυσσον, καὶ σφραγισαμένου αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ· εὐλαβείσθω πᾶσα ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ὅτι φοβερός ἐστι, καὶ τίς ἀντιστήσεται αὐτῷ; καὶ, «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ὅτι πᾶσα ἡ πνοὴ καὶ κτίσις ἐν τῇ χειρὶ αὐτοῦ περιείληπται, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία αὐτοῦ ἐν πάσῃ γενεᾷ. ∆όξα τῇ παναγίᾳ Τριάδι τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.