1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

ἀμφοτέρων ἐν τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χειρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν ἱερὰν ὁ ἀνίερος ἐνδιδύσκεται διπλοΐδα καὶ τὸ ὠμοφόριον. Ὢ τῆς ἀναξίας! ὁ ἀσπιδιφόρος, ἱεροθέτης· καὶ ὁ πολέμοις καὶ φόνοις ἐσχολακὼς, ἱερουργός· καὶ ὁ τρισὶ γυναιξὶ παρανόμως συζευχθεὶς, τῶν ἱερῶν χειροτονητὴς καθίστατο. ιδʹ. Ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς συνωρίδος, ὡς παρανόμου σειρᾶς, προγράμματα κατὰ πᾶσαν ἐπαρχίαν ἐπέμπετο πρὸς τοὺς κατὰ χώραν ἀρχισατράπας σὺν ἐπισκόποις, τὴν βασιλεύουσαν πόλιν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέσθαι κατὰ τῶν σεπτῶν εἰκόνων· τοῦ δὲ τυράννου τὸν σεβάσμιον τῆς παναχράντου Θεοτόκου τὸν ἐν Βλασχέρναις χαρακτῆρα κατορύξαντος, σύνοδον ἀθετούντων ψευδοϊερέων ἐν αὐτῷ τῷ πανσέπτῳ ναῷ ὁ 95.364 ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρώδη ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς εἰκόνας καλέσαντες. Εἶτα Γερμανὸν τὸν θεῖον καὶ ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθεματίσαντες, ξυλολάτρην ἀπεκάλουν. Ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως! ὢ τῆς βλασφημίας! ὢ τῆς παρατροπῆς! πάμπολλα δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάντων χεῖρον ἠλάλαξαν τὴν ἐλεεινὴν ἐκείνην οἱ μιαροὶ ἀνίεροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· «Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.» Ὢ φωνῆς ὀδυνηρᾶς! ἥτις ἐκβομβηθεῖσα οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ ἀλλοτρίους ἐποίησεν. Ὄντως «ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» ∆ιὰ γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου καὶ ἀναξίου τῆς Χριστιανικωτάτης ἁλουργίδος, οὐράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα μὴ φέροντα τὴν ∆εσποτικὴν ὕβριν εἰς γῆν κατέπιπτον, στοιχεῖα ἐδονεῖτο, γῆ ἐκλονεῖτο ταραττομένη, σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρανοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραδοκουμένην ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Νικομηδέων πόλιν ᾤχετο. Ποῖος γὰρ ∆ιοκλητιανὸς ἢ Μαξιμιανὸς, ἢ Τραϊανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χριστιανικῆς προσηγορίας; Ἡμέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐτὸς περὶ ἑαυτοῦ. Ἔτι γὰρ περὶ τὰ ἔσχατα πνέων, ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· «Τὰ προαύλια τῆς γεέννης.» Τί οὖν ἀξιοπιστότερον τῆς οἰκείας φωνῆς, ἀνθ' ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλασφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολάτρας τοὺς Χριστιανοὺς ἀποκαλῶν. ιεʹ. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλεσται. Αὖθις πάλιν νέα Ἑλένη καὶ νέος Κωνσταντῖνος υἱὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ τὸ Ῥωμαϊκὸν πολίτευμα ἀνακαλοῦνται· μεθ' ὧν καὶ ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρχης Ταράσιος, ἁγίαν οἰκουμενικὴν σύνοδον συγκροτήσας, πᾶσαν αἱρετικὴν φρενοβλάβειαν διεσκέδασεν, ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπ' αὐτῷ. Ὡς φωστῆρες ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαν τῇ Ἐκκλησίᾳ οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεοφόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκουμενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωοποιὰ τοῦ Χριστοῦ σύμβολα κατέχειν τε καὶ σεβάζεσθαι ἐθέσπισαν· καθώς φησι τὸ θεῖον λόγιον· «∆εῖξόν μοι τὴν ὄψιν καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα.» Οὐκ ἔστι παρὰ Χριστιανοῖς Θεὸς πρόσφατος, οὐδὲ