1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

προσταχθὲν ἐπιτελεῖν ἐπαγγέλλεται. ιβʹ. Τούτου δὲ καταδήλου αἱρετικοῦ δειχθέντος, ἀλώπεκος δὲ χρῶμα ἀναλαβὼν καὶ ὑπούλως πως τὰ πρῶτα διεξελθὼν, εὐσεβεῖν διετάττετο. Μετὰ δὲ δεκατὸν χρόνον, αἵρεσιν ἐμπνεῖ τῇ Ἐκκλησίᾳ· καὶ τὸν ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας, μέσον πάντων λεοντοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος, εἶπεν· Εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ ταύταις προσκυνεῖν. Ὄντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει, καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος παρανάλωμα, ἀνέστησεν ἀντ' αὐτοῦ τὸ ἐκείνου μιαρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέφει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἁγίων εἰκόνων θέαν. Γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμανὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ ∆εσπότου Χριστοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν ἀχράντων αἱμάτων τῆς ἁγίας Θεοτόκου, καὶ τελείου αὐτοῦ καθ' ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς ἡμᾶς αὐτοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνὶ, ἔτη ψλϛʹ, καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες ἅγιοι Πατέρες περὶ τῶν ἁγίων εἰκόνων τοιοῦτόν τι οὐκ ἐνενόησαν· ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ταύτας αἱροῦσαι, προσκυνεῖσθαι διετάξαντο, καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε, ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων ἑτοίμως ἀποθανοῦμαι. Ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ιγʹ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ βρύξας ὡς λέων, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρχικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὗτινος κατελθόντος, καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, τὸν ἀσεβῆ Ἀναστάσιον τῆς ἀρχιερωσύνης προβάλλεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεβείας· ὅστις τὰ τῆς ἐκκλησίας πάντα τοῖς βασιλείοις παραδέδωκε. Πάντα χαρακτῆρα τῆς θείας αὐτοῦ σαρκώσεως περιελόμενος, ὡσαύτως καὶ τῆς παναγίας Θεομήτορος, τὴν μητρικὴν αὐτῆς πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα Θεὸν Λόγον ἀπαναινόμενος, ὁ τοῦ ὑπερηφάνου διαβόλου ὑπερασπιστὴς, καὶ τὰς τῶν ἁγίων πρεσβείας ἀποσειόμενος· τάς τε τῶν ἁγίων Πατέρων θεοπνεύστους βίβλους πυρκαϊᾷ βαλών· τό τε φιλόθεον καὶ τῶν μοναζόντων τάγμα μυσαττόμενος ὁ μισόχριστος, τόν τε ἱερῶν παρθένων κατάλογον γαμικοῖς συναλλάγμασι περιζευγνύων, τῆς εὐλαβείας τὰ ἐνδύματα πυρὶ κατακαίων, τὴν τῶν ἱερῶν μοναστῶν σεβασμίαν γενειάδα, καὶ πολιὰς αἰδεσίμους, καὶ τὰς θείας κόρας βρομιαίῳ κατακαίων πυρί· σκοτίας σχῆμα τοῦτο καλέσας, ὁ τῇ ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ' αὐτὸ τὸ σχῆμα καταλεγομένους, ἀμνημονεύτους ἐκάλεσε καὶ εἰδωλολάτρας, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνησιν· ἅπαντα δὲ τὸν ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας, ὀμόσαι πάντας πεποίηκε προτιθεμένων τοῦ τε ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε ἀχράντων ξύλων ἐν οἷς Χριστὸς ὑπὲρ ἡμῶν χεῖρας ἐξέτεινεν, καὶ τῶν ἁγίων Εὐαγγελίων, δι' ὧν Χριστὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, μὴ προσκυνῆσαι εἰκόνας ἁγίας, ἀλλὰ ταύτην εἴδωλον καλεῖν, μήτε ἐξ ἀββᾶ κοινωνῆσαι, ἢ τὸ, χαῖρε, τὸ σύνολον δοῦναι αὐτοῦ· ὢ τῆς ἐρεσχελίας! ὁμοιότροπον καὶ ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον, καὶ ὁμόφρονά τινα τοῦ ἱερατικοῦ καταλόγου, τοῦτον ἐπὶ τὴν Ἐκκλησίαν ἐπάρας, οὐχὶ Θεοῦ καὶ ἱερέων ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν