1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ὅλων ∆εσπότης καὶ Κύριος, θεοστήρικτε δέσποτα. Ἔμβλεψον εἰς ἀρχαίας γενεὰς τῶν εὐσεβεστάτων καὶ πιστῶν βασιλέων, πῶς ἡ δόξα καὶ ἡ εὐπρέπεια αὐτῶν ἀτελεύτητος ὑπάρχει. Ἐτάφησαν ἐν εἰρήνῃ, καὶ οἱ τάφοι αὐτῶν, καὶ τὰ ὀστᾶ αὐτῶν ἀναθάλλει ἐκ τοῦ τόπου αὐτῶν, καὶ βασιλεύει αὐτῶν Κύριος, ὅτι αἱ ψυχαὶ αὐτῶν ἐν χειρὶ αὐτοῦ εἰσι. Μίμησαι τὸν εὐσεβῆ καὶ φιλόθεον βασιλέα Κωνσταντῖνον, υἱὸν τῆς μακαρίας Ἑλένης, ἐν ὅλοις λδʹ χρόνοις διαπρέψαντα ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, πάντα τὰ φῦλα βάρβαρα ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ὑποτάξας· ὥστε τοσοῦτον ἦν φιλοϊερεὺς καὶ φιλομόναχος ὁ ἀνὴρ οὗτος καὶ θεοφιλὴς, ὅτιπέρ φασιν ἐν μιᾷ κατηγόρων ἐπιδωσάντων πιττάκια κατ' αὐτῶν, ταῦτα μὲν [γὰρ] εὐθὺς καῦσαι, φῆσαι δὲ οὕτως ὁ ἀοίδιμος βασιλεὺς, ὅτιπερ «Ἐὰν εὕρω, φησὶν, ἱερέα ἢ μοναχὸν ἔν τινι παραπτώματι, ἐγὼ αὐτὸς τὴν χλαμύδα μου ἥπλωσα ἂν καὶ ἐσκέπαζον αὐτόν.» Τίς ἄρα θεοσεβέστερος, ἢ φιλάγαθος καὶ συμπαθητικώτερος ἐν βασιλεῦσι τοῦ ἁγίου τούτου; κηʹ. Ἰχνηλάτησον τὸν μέγαν τῆς εὐσεβείας λαμπτῆρα Θεοδόσιον τὸν εὐσεβῆ βασιλέα, πίστεως ὀρθοδόξου στέμματι κατηγλαϊσμένον· ὥστε τοσοῦτον ἦν καὶ οὗτος φιλόχριστος καὶ φιλομόναχος, ὅτιπερ διὰ τὸν τοῦ τυράννου Μαξιμίνου πόλεμον ἐν τοῖς Ἑσπερίοις μέρεσιν ἐν ἀγωνίᾳ πολλῇ συσχεθεὶς ἐν τῇ τῶν πολεμίων πληθύϊ τριακοσίων χιλιάδων, ἀποστέλλει ἐφ' ἑνὶ τῶν ἐν τῷ ὄρει ὁσιωτάτων μοναχῶν, παρακαλῶν αὐτὸν εἰς εὐχῆς συμμαχίαν ἐπικουρῆσαι αὐτῷ. ∆όνατος δὲ τοὔνομα αὐτῷ. Ὁ δὲ ἁγιώτατος καὶ θεοφόρος μοναχὸς θεόθεν προγνοὺς τὸ μέλλον, ἀποστέλλει αὐτῷ τῷ βασιλεῖ τὸν τρίχινον αὐτοῦ χιτῶνα καὶ τὸ ἐπώμιον, καὶ τὸ κουκούλλιον, καὶ τὴν βακτηρίαν αὐτοῦ. Ὁ δὲ μεγαλόψυχος καὶ εὔελπις βασιλεὺς περιχαρῶς μετὰ πίστεως δεξάμενος ταῦτα, καὶ περιπτυξάμενος, καὶ ταῦτα ἐνδυσάμενος, τὴν δὲ βακτηρίαν ἀντὶ δόρατος κατασχὼν, ἔφιππος γίνεται. Καὶ δή τις θεία ἀγγελικὴ στρατιὰ ἐφ' ἵπποις ἱπτάμενοι ἐφίστανται, καὶ τοὺς πολεμίους ἄρδην ἐν τοῖς βοθύ 95.381 νοις ἐν οἷς ὤρυξαν ἐν παγίδι θηρευτῶν, ἀντιστρεπτικῶς ἐκεῖσε κατέβαλον· τὸν δὲ τύραννον ἐν τῇ μεγάλῃ λαφύρᾳ οἱ σατράπαι ζῶντα χειρωσάμενοι, τοῖς ποσὶ τοῦ βασιλέως προσέφερον. Τί τούτου τοῖς νοῦν ἔχουσιν ὑψηλότερον; ὃς κατηξίωται ἀγγελικὰς στρατιὰς συλλήπτορας αὐτῷ γενέσθαι, οὐχὶ καὶ οὗτος εὐσεβὴς ἦν, προσκυνητὴς τῆς ἁγίας Τριάδος, καὶ τῆς Χριστοῦ εἰκόνος; Ἐρεύνησον, καὶ ἴδε τὰ ἱερὰ αὐτοῦ ἀναθήματα, τὰς ἱερὰς ἐνδυτὰς, τὰ ἱερὰ σκεύη. Ψηλάφησον, καὶ ἴδε τὸν μέγιστον αὐτοῦ δίσκον, εἰς ὅνπερ ἐγκαυστικοῖς καλιεργήμασιν ὁ μυστικὸς τοῦ Χριστοῦ δεῖπνος μετὰ τῶν δώδεκα ἀποστόλων ἐγκεκόλαπτο· ὅνπερ ἱερὸν δίσκον Θεόδωρος ὁ οἰκονόμος τῶν ἁγίων ἀποστόλων, ψηφισθεὶς ἀρχιεπίσκοπος τῆς Συῤῥακουσῶν πόλεως ὑπὸ τοῦ ἀρχιεπισκόπου τῆς βασιλίδος πόλεως· καὶ δὴ οὗτος ὁ Θεόδωρος ποιήσας τὸ ἄθεον αὐτοῦ ἰδιόχειρον, τέθεικεν αὐτὸ ἐν τῷ δίσκῳ· καί φησιν Ἀντώνιος· Εἰ πληροφορεῖς ἡμᾶς, καὶ ὁμόφρων ἡμῶν εἶναι βούλει, πάτησον αὐτὸν τοῖς ποσί σου. Ὁ δὲ τῷ πόθῳ τῆς φιλαρχίας θελγόμενος, ἑτοιμότατα ἀναιδῶς καὶ ἀνερυθριάστως αὐτὸν κατεπάτησεν. Ὢ τῆς ἀνοχῆς καὶ μακροθυμίας Ἰησοῦ Χριστοῦ. Τί οὖν οὐχὶ ὁ Θεὸς ἐπιζητήσει ταῦτα; ναὶ πάντως· ὅτι ἑπτάκις ἐκδεδίκηται Κάϊν, ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά. Οὕτως ἄρα πρέπει τοῖς ἀρχιερεῦσι τῆς βασιλείας τῶν Χριστιανῶν. Τί οὖν ὁ δύστυχος Θεόδωρος; Ἠστόχησε τῆς ἀξίας, θανάτῳ ἀώρῳ δύσθνητος γεγονώς. κθʹ. Μίμησαι, θεοσεβέστατε δέσποτα, καὶ τοὺς μετέπειτα βασιλεῖς, Ἀρκάδιον καὶ Ὁνώριον καὶ Θεοδόσιον, Λέοντα καὶ Μαρκιανὸν, καὶ τοὺς κατ' αὐτοὺς θεοσεβεῖς βασιλεῖς· πάντες γὰρ ὁμόφρονες καὶ θεόφρονες. Ἄφες τοὺς νενεκρωμένους ἐν ἀσεβείᾳ βασιλεῖς θάψαι, καὶ κλαῦσαι τὰς ἑαυτῶν νενεκρωμένας ψυχάς· οἱ γὰρ τῶν ἀδικουμένων