1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

μήτε κάτω. κʹ. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μήπως ἡ τῶν λʹ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπετασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς γὰρ τὸν Βὴλ καὶ ∆αγὼν τὸν Χριστὸν λογιζόμενοι, τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσκαλεσάμενος τὸν ἁγιώτατον Νικηφόρον τὸν πατριάρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρακίσκων ἀθύρματα. Ὁ δὲ ἁγιώτατος καὶ σοφὸς τῆς Ἐκκλησίας διδάσκαλος, ὥσπερ ἱστὸν ἀράχνης ταῦτα διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακωχὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς τὸν ἀπὸ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξαιτεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετανοίᾳ· ὅπερ καὶ γέγονεν. Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο τίνα ἄρα εὑρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ· ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθάνειν. καʹ. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Συναγώνισαι ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὃ βουλόμεθα, καὶ πρόεδρόν σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοιμότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. Γνοὺς δὲ ὁ ἁγιώτατος πατριάρχης Νικηφόρος, προσκαλεσάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δέ φησι· Μὴ γένοιτο ἡμῖν, ὦ δέσποτα, τοῦτο, μηδέ τι πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὀρθοδοξίας λιβέλλῳ ἑπόμενος. Ὅπερ καὶ τάχιον κατὰ παρουσίαν τῶν συνευρεθέντων ἁγιωτάτων μητροπολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ ταῦτα ὑπέγραψεν· «Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ μητροπολίτης Σιλαίου, χειρὶ ἐμῇ ὑπέγραψα· Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Οἱ μὴ οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πιστεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν. Αὕτη ἡ πίστις τῶν ἁγίων· αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνατρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδε 95.373 δομένων, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ σταυροῦ ἐκτύπωμα, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρείσθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοὶ, ἀναθεματιζέσθωσαν.» Ὁ δὲ ταῦτα ἐπισφραγισάμενος, ἐξῄει τοῦ εὐαγοῦς πατριαρχείου. Ὁ δὲ βασιλεὺς ταῦτα πυθόμενος, ἔφησεν ὁ Ἀντώνιος· «Ἐχλευάσαμεν αὐτοὺς, ὦ δέσποτα.» Ὢ τοῦ νέου Μανιχαίου καὶ Περσόφρονος! ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ἐν Χριστιανοῖς Χριστιανίζει· ἐν Ἰουδαίοις Ἰουδαΐζει. Καὶ δὴ προκαθεσθέντες οἱ δύο, Ἰωάννης καὶ Ἀντώνιος, ἐκέρασαν τὸν κρατέρα τῶν αἱρετικῶν πεφαρμακευμένον οἶνον· καὶ δὴ Γραφὰς θεοπνεύστους καὶ ὠφελίμους στρεβλοῦσι κατὰ τὰς ἰδίας ἐπιθυμίας, προβαλλόμενοι ἐπιπλάστους καὶ ψυχοφθόρους διδασκαλίας, εἰδωλά τε τὰς σεβασμίους εἰκόνας βατταρίζοντες. κβʹ. Ὁ οὖν μέγας ἀρχιερεὺς Νικηφόρος ὁ θεοφάντωρ σύνοδον ἁγίων Πατέρων συναθροίσας τὸν ἀριθμὸν σοʹ, καὶ πάντων τὰς ἱερατικὰς στολὰς ἀμπεχομένων ἐν τῇ μεγάλῃ Σοφίᾳ, τῆς τε πληθύος τῶν ἱερέων καὶ τῶν μοναχῶν τῆς βασιλίδος πόλεως