1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

στεναγμοὶ, τῶν ἀδικούντων κόλασις γίνεται. Ἐννόησον καὶ ἴδε τῶν βεβιωκότων βασιλέων καὶ ἀρχόντων τὴν πάροδον, πῶς ὡς ἐνύπνιον ἐκπετασθὲν παρῆλθον. Ὅτε ἐδόκουν εἰς τέλος κατεστηρίχθαι, τότε εἰς τέλος ἀπώλοντο. Ἀσεβῶν γὰρ καταπιπτόντων, δίκαιοι ἔκφοβοι γίνονται. Τί οὖν καὶ σὺ ἀγαθὲ δέσποτα, εἰ καὶ ζῇς, καὶ διαμένεις, καὶ βασιλεύεις ἐν ὅλοις ἑκατὸν ἔτεσιν, οὐχὶ μετὰ ταῦτα ἀποθανεῖς ὡς οἱ πατέρες σου; Μικρὸς καὶ μέγας, οὐκ ἔστι θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ. Μία γὰρ εἴσοδος εἰς τὸν βίον, ἔξοδος ἴση· οὐδεὶς γὰρ τῶν βασιλέων ἔσχεν ἑτέραν γενέσεως ἀρχήν· ἐπίβλεψον ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ μὴ ἐξουδενώσῃς τὴν δέησιν αὐτῶν· οἰκτείρησον τὰς Ἐκκλησίας σου, καὶ πενθοῦντας παραμύθησαι· τοὺς ἐν θλίψει παρακάλεσον. Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν κακοδόξων εἰκονοκλαστῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον ἐν τῇ δυνάμει τῆς δικαίας βασιλείας σου, καὶ τῷ βραχίονι τῆς εὐσεβείας σου. Τοὺς αἰχμαλώτους ἀνακάλεσαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, καὶ σύναψον τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκ 95.384 κλησίαν, εἰς ἕνα σύνδεσμον ἀγάπης, εἰς βαθεῖαν εἰρήνην τῆς ὀρθοδόξου καὶ ἀκραιφνεστάτου πίστεως. Ἕως πότε παρὰ πάντων τῶν Χριστιανῶν οἱ Ῥωμαίων παῖδες εἰκονοκλάσται καὶ αἱρετικοὶ ὀνειδίζονται; Ἐξέγειρον τὴν δυναστείαν τῆς εὐσεβείας σου, καὶ οἰκτείρησον τὸν λαόν σου, τὸν διεσκορπισμένον καὶ διεσπαρμένον, ὡς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Τί τοῦτο τὸ ἐλεεινὸν ὅραμα; ἀκατάπαυστος ὁ θυμὸς τοῦ ἀντιπάλου διαβόλου κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Σωτῆρος. Ἄσπονδος ὁ πόλεμος τοῦ ἀντικειμένου κατὰ τῆς ἀχράντου μορφῆς τῆς θεομήτορος. Ἀκατάλλακτος ἔχθρα ἡ πρὸς τοὺς ἁγίους Χριστοῦ. Πόσοι βασιλεῖς ἐπολέμησαν τὴν Ἐκκλησίαν; πόσοι τύραννοι κατεδυναστεύσαντο; ἀλλὰ εἰ καὶ μικρὸν παρεχωρήθησαν, ἀλλὰ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. λʹ. Πολλὰς μὲν γὰρ Γραφικὰς ἀποδείξεις εὐσεβῶν δογμάτων τῶν ἁγίων Πατέρων ἔχοντες γράφειν, οὐ δέον ἐστὶν ἡμᾶς τὴν τῆς βασιλικῆς ἀγχινοίας θεοδίδακτον σοφίαν ἐκβιάζειν· ἀλλὰ, κατὰ τὸν θεῖον λόγον, παρακλητικῶς καὶ εὐμενεστάτως ἐκπληροῦμεν, ἵνα μὴ τῇ ὑποστολῇ τοῦ λόγου, τὸ μὴ εὐδοκιμεῖσθαι κατακριθῶμεν. Οὐδέποτε γὰρ ἡμεῖς καὶ ἐπὶ τῶν προβεβηκότων βασιλέων σεσιωπήκαμεν, νουθετοῦντες, παρακαλοῦντες ὡς κυρίους, ὡς δεσπότας, ὡς πατέρας, ὡς ἀδελφοὺς, ἵνα μὴ Θεὸν ζημιωθῶμεν διὰ τῆς ἡσυχίας. Πρὸς δὲ περισσοτέραν πληροφορίαν καὶ ἀσφαλεστέραν βεβαίωσιν τῆς ὀρθοδόξου πίστεως, καθὼς καὶ ἐξ ἀρχῆς καὶ ἄνωθεν μέχρι τῆς δεῦρο ἡ καθαρὰ καὶ ἄμωμος Χριστιανικωτάτη εὐσέβεια, κατὰ τὰς ἀποστολικὰς καὶ θεοκηρύκτους παραδόσεις ἐν πάσαις ταῖς Ἐκκλησίαις θεοπρεπῶς καὶ εὐσχημόνως καὶ εὐπαρέδρως Κυρίῳ, ἡ τῶν σεπτῶν καὶ σεβασμίων εἰκόνων εὐκοσμία διαλάμπει ἐν ἱστορίαις καὶ μουσουργήμασιν, ἐν τοίχοις καὶ πίναξι καὶ ἱεροῖς σκεύεσι, τιμῇ καὶ σεβασμιότητι ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων κατασπαζόμεθα· τὸ σέβας καὶ τιμὴν τοῖς πρωτοτύποις ἀπονέμοντες κατὰ τὸν μέγαν Βασίλειον· ὅτι ἡ τοῦ εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει ..... Πόσῳ μᾶλλον χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν δεσποτικὸν Χριστοῦ χαρακτῆρα τοῦ καὶ τὸν σταυρὸν ἁγιάσαντος ἀθετῶν, ἢ ἀπαναινόμενος; ὡς τέλειος ἀποστάτης, καὶ ἀλλότριος τῆς Χριστιανικῆς προσηγορίας, ἔνοχος καὶ ὑπόδικος ἔσται αἰωνίου κατακρίσεως. ∆ιὸ δὴ πρὸς ἀπόδειξιν καὶ βεβαίωσιν τῶν παρ' ἡμῖν δεδογματισμένων θεοπνεύστων λόγων, καὶ τὸν σεβάσμιον χαρακτῆρα τῆς παναγίας θεομήτορος Μαρίας, καὶ τοῦ ἐξ αὐτῆς σαρκωθέντος καὶ νηπιάσαντος Θεοῦ Λόγου, ὡς καύχημα πίστεως καὶ στέφανον κάλλους, καὶ σκῆπτρον βασιλικὸν ἐν τῷ κεφαλαίῳ τῆς ἡμετέρας ὁμολογίας τοῦ θεοκυρώτου τῆς ὀρθοδοξίας