1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

παραπλήσια καὶ ἐφάμιλλα τῆς ἐγγαστριμύθου τερατεύματα. Ὁ δὲ φιλόκοσμος ἀνὴρ διαπύρῳ διαθέσεως καρδίᾳ, ταῦτα μεθ' ὅρκου ποιεῖν ἀμεταθέτου ἐβεβαιώσατο, ἔχων ἐγκάρδιον ἐγκεκρυμμένον τῆς ἀσεβείας τὸν σπινθῆρα. ιηʹ. Καὶ δὴ τοῦ Λέοντος τὰ βασίλεια σκῆπτρα κεκρατηκότος, περισσότερος ζηλωτὴς καὶ μιμητὴς γίνεται τῶν προβεβηκότων δυσσεβῶν ἀνάκτων, Λέοντος καὶ Κωνσταντίνου τῆς τῶν Ἰσαύρων ἀγχιστείας γεγονότων, καὶ πολυχρονίοις ἔτεσιν ἐν τῇ βασιλείᾳ διαρκεσάντων, πολέμων δὲ ἀνδραγαθήμασι, καὶ πολεμίων βαρβάρων θράσος καταβαλόντων, ἐν εὐθηνίαις τε καὶ εὐημερίαις βεβιωκότων· καὶ δὴ ἤρξατο ἐξερευνῶν ἐξερευνήσεις, μαντείας τινὰς καὶ μαθηματικοὺς ἀστρολόγους, τοιαῦτα αὐτῷ χρησμῳδεῖσθαι. Καὶ προσκαλεσάμενος Βασίλειόν τινα χαρτουλάριον τῆς λεγομένης Ἐξαρτήσεως, θαῤῥεῖ αὐτῷ τὰ τοῦ πράγματος. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς, ὡς δοῦλος ὑπήκοος ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται· καὶ 95.369 δὴ εὑρών τινα ἄνδρα τῶν ἐπιχωρίων τῆς Σαλαμβρίας ὧδε κἀκεῖσε πλανώμενον, ἐν καπηλίοις καὶ κυκλεύμασι, μαντείαις τε καὶ οἰωνίσμασι, καὶ μέλλων τῶν βασιλέων πρόγνωσιν μυεῖσθαι, Σαββάτιον οὕτω λεγόμενον, ὑποτίθεται αὐτῷ πάντα τὰ καταθύμια τῷ βασιλεῖ χαρίσασθαι. Καὶ δὴ περιβαλὼν ἑαυτῷ ὁ Σαββάτιος ἅλυσιν μεγίστην τῷ τραχήλῳ, καὶ σιδηροπέδαις ἑαυτὸν περισφίγξας, περικλείει ἑαυτὸν ἐν τοῖς τοῦ ∆αγιστέως μεγάλου λούτρου τῶν καμίνων κούφοις. Καὶ δὴ ὁ Βασίλειος τὰ βασίλεια καταθύμια τάχιον ἐκπληρῶν, προσαγηόχει αὐτὸν τῷ μάντει τῆς Πύθωνος. Νὺξ δὲ βαθεῖα ἦν, καὶ σκότος ψηλαφητόν· καὶ ἰδοὺ καὶ ὑπὸ στρατοπέδων δορυφόρων φρουρούμενος βασιλεὺς, μεμονωμένος, γυμνὸς καὶ ἄοπλος σὺν τῷ Βασιλείῳ παραγίνεται ἐν ὑπογείοις καὶ καταχθονίοις ἀμειδέσι τόποις, ὥς ποτε Ἰουλιανὸς ὁ παραβάτης, ὑπὸ τοῦ μαθηματικοῦ Ἑβραίου τῷ διαβόλῳ σπονδιζόμενος. Ὢ πῶς ἀπώλετο ἡ σοφία τῶν σοφῶν! ὢ πῶς ἠθέτηται ἡ σύνεσις τῶν συνετῶν! ὢ πῶς οἱ θέλοντες εἶναι σοφοὶ ἐμωράνθησαν! Τί οὖν ὁ μέγας καὶ ἔνδοξος, καὶ φοβερὸς βασιλεύς; Προσκυλινδεῖται τοῖς ποσὶ τοῦ Πύθωνος· χρησμῳδοτίας αἰτεῖται, ὥσπερ ὁ Ἀλέξανδρός ποτε μετὰ Κανδαύλου συμψύχου αὐτοῦ εἰσελθὼν εἰς τὸν Σέραπιν, ὥστε μαθεῖν τὰ ἀποβησόμενα, καὶ ὁρᾷ τινας ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ἀνακειμένους, ἕνα δὲ λέγοντα αὐτῷ, Χαίροις Ἀλέξανδρε· οἶδάς με τίς εἰμι; Ὁ δέ· Πῶς, κύριε; Ὁ δὲ μάγος· Ἐγώ εἰμι Σεσοὺχ ὁ σεισμοκράτωρ βασιλεύς· οὐ τοσοῦτον δ' εὐτύχησα, ὅσον σύ· καὶ σχεῖς ὄνομα ἀθάνατον. Ὁ δέ· Πῶς κύριε; Ὁ δὲ λέγει· Εἴσελθε ἔνδον, ἵνα θεάσῃ τὸν προστάτην· Εἰσέρχεται Ἀλέξανδρος ἔνδον· ὁρᾷ ὁμίχλην πυραυγῆ, καὶ καθεζόμενον ἐπὶ θρόνου, ὅν ποτε εἶδεν ἐν Ῥακούντιδι προσκυνούμενον βροτοῖς Σέραπιν. Εἶπε δὲ ὁ Ἀλέξανδρος· Κύριε, πόσα ἔτη ζήσομαι; Εἶπε δὲ ὁ Σέραπις· καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι πότε μέλλει τελευτᾷν· προσδεχόμενος ἐκείνην τὴν ἡμέραν, ἀφ' ἡμέρας ἔμαθεν, ἐτελεύτησε· τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν, τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷν. ιθʹ. Εἶτά φησιν ὁ πολυπράγμων βασιλεὺς τῷ προγνώστῃ καὶ μάντει· Τί ποιήσω, καὶ τί πράξω, ὅπως ἐν εὐζωΐᾳ καὶ εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναί με τὸν ἅπαντά μου χρόνον; Καί φησι πρὸς αὐτὸν ὁ Σαββάτιος· Σὺ μὲν, ὦ βασιλεῦ, ηὐτύχησας, καὶ ὀνομαστὸς ἔσῃ ἐν βασιλεῦσι τῆς γῆς. Εἰ δὲ θέλεις ζωὴν, καὶ ἀγαπᾷς ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ κυριεῦσαι ἐθνῶν καὶ βαρβάρων, πᾶσαν τὴν τῶν εἰκόνων ἐξαφάνισον μνήμην τέλεον. Καὶ ἰδοὺ μέλλεις ἐν ὅλοις τριακονταδύο χρόνοις μετὰ τοῦ υἱοῦ σου κυρίου Κωνσταντίνου ἄρχειν καὶ βασιλεύειν, καὶ τοὺς Βουλ 95.372 γάρους καθυποτάξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου μέσον τῆς Βουλγαρίας, εἰς τὴν χαλκῆν ἅλωνα τῆς αὐλῆς αὐτῶν. Ἀλλ' ὅπερ ποιεῖς, ποίησον τάχιον· μήτε ἄνω ἀφίῃς εἰκόνα,