1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν· καὶ μὴν καταμηνύονται τῷ προῤῥηθέντι Ἰεζά· καὶ τούτῳ χρησμῳδίαις πολυευζωΐας καὶ πολυχρόνου διαμονῆς μυοῦνται, εἰ ἄρα γε τὴν τῶν Χριστιανῶν καταῤῥάξαι διακόσμησιν δυνηθείη, τὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα, καὶ τῆς αὐτὸν τεκούσης Θεομήτορος, ἐκ τῶν ἐκκλησιαστικῶν περιβόλων ἀπαλεῖψαι. Καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ χοιρόβιος ἄνθρωπος, ὑπεῖξε τῇ συμβουλῇ τῶν ἀπατεώνων, καὶ πάσας τὰς Ἑώας Ἐκκλησίας ἐσάλευ 95.357 σεν· ἀλλ' ἠπατήθη ὁ δείλαιος. Οὐ μικρὸς γὰρ χρόνος παρῆλθε, καὶ τοῦτον ἡ θεία δίκη ἐχειρώσατο. Ὁ δὲ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν ἡγεμονίαν, τούτους βουληθεὶς ὡς ψευδομάντεις ἀποκτεῖναι, φυγάδες ᾤχοντο ἀνακάμψαντες πάλιν ἐν τοῖς Ἰσαυρικοῖς μεθορίοις. ιʹ. Εἶτα εἰς πηγήν τινα ἀναψύχοντες τῇ φλεγμονῇ τοῦ καύματος, ἰδοὺ νεανίσκος τις τοὔνομα Λέων, καλὸς τῷ εἴδει, ὡραῖος τῷ προσώπῳ, εὐμήκης τῷ σώματι, βάναυσος τὴν ἐπιστήμην ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος. Καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος, ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ἀναψυχόμενος. Ὥρα ἦν ὡσεὶ ἕκτη. Εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται μυοῦνται αὐτῷ κατάρξαι αὐτὸν τῆς Ῥωμαϊκῆς βασιλείας τὰ σκῆπτρα· καὶ δὴ τοῦ Λέοντος ἀναβαλλομένου καὶ διαποροῦντος πρὸς τὸ ἀκρότατον τῆς ἑαυτοῦ εὐτελείας ἀφορῶντα, ὅρκοις πληροφορεῖται ὑπὸ τῶν μισοχρίστων, ὅτι ταῦτα οὕτως δεῖ γενέσθαι. Καὶ δὴ αἰτοῦνται αὐτὸν ὁρκωμοσίας λόγοις πληροφορηθῆναι παρ' αὐτοῦ, ἵνα εἰ ἄρα γε εἰς πέρας τοῦτο ἄγοιτο, πᾶν ὁτιοῦν αἰτηθείη αὐτοῖς, παρ' αὐτοῦ ἀνυπερθέτως δοθείη αὐτοῖς. Ἧν δὲ παραπλησίον ναὸς τοῦ ἁγίου μάρτυρος Θεοδώρου· καὶ εὐθὺς ἑτοιμότατα εἰσελθὼν ὁ βάναυσος Λέων, καὶ περικρατὴς γενόμενος τῶν ἁγίων καγκέλλων τοῦ θυσιαστηρίου, ἔδωκεν ἐγγυητὴν τὸν μάρτυρα Χριστοῦ, ἑστώτων τῶν Ἰουδαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ. Καὶ δέχονται τὸν ὅρκον παρ' αὐτοῦ, καὶ εὐθὺς ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. ιαʹ. Ἦν δὲ τότε τις τῶν Ἀνατολικῶν στρατηγίας τὴν ἡγεμονίαν περιέχων πατρίκιος, τοὔνομα Μασισίννιος, στρατολογίαις τὴν χώραν περιπολεύων· ἐν οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς, ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθαρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοκράτορος Θεοδοσίου· καὶ δὴ ὑπ' αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη ἐκπεμφθεὶς, Καμπανίαν, καὶ Ἀμαλφίαν, καὶ Νεάπολιν, τότε βαρβαρησάντων, καὶ καταλαβὼν τὰ ἐκεῖσε ἐν πλωτορσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ, καὶ τροπαιοφόρον νίκην εἰρήνην βραβεύσας, καταλαμβάνει τὰ βασίλεια· καὶ εὐθὺς ὑπὸ τῶν στρατιωτῶν ἀνηγόρευται Καῖσαρ καὶ αὐτοκράτωρ βασιλεύς. Καὶ δὴ Θεοδόσιος ὁ πραότατος βασιλεὺς, προϋπαντᾷ χαροποιός· καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κορυφῆς, περιτίθησι τῷ Λέοντι, καὶ οὕτως ἀκλονήτως ὁ Λέων, καὶ ἀνενοχλήτως τὰ βασίλεια ἐγχειρίζεται. Περιβοήτου δὲ ἐπιφημίαις γενομένου τοῦ Λέοντος, οὐκ «ἰδοὺ Μάγοι ἀπὸ Ἀνατολῶν ἦλθον προσκυνῆσαι μετὰ δώ 95.360 ρων Χριστὸν,» ἀλλ' ἰδοὺ Μαγουδαῖοί τινες φαρμακοὶ καὶ ἐπαοιδοὶ Γαζαρηνοὶ δρομαῖοι εἰσελαύνονται εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μαντευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιννύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἑτοιμότατα ἐπαγγελλομένου διδόναι· Τί ἄρα, ἔφη, ἔστι ταῦτα; Οἱ δέ φασι· Τοῦτο αἰτούμεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ, καὶ τῆς μητρὸς αὐτοῦ Μαρίας, ἐκ πάσης ἐκκλησιαστικῆς ἱστορίας ἀπαλείψῃς· ὅπως τοῦτο ποιῶν, μέλλεις ἄρχειν καὶ βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου· εἰ δὲ τοῦτο ὑπερθήσῃ, μέλλεις τάχιον, ὡς ὁ Ἀρτέμιος, ὁ Ἀψίμαρος, ὁ Ἀναστάσιος, ἀναιρεθῆναι. Ὁ δὲ εὐήθης καὶ ἀστήρικτος τῇ πίστει, ὥσπερ ὑπὸ ὄφεως ταῖς δυσὶ μυκτῆρσι πιεζόμενος, μηδὲ ἀναπνεῖν ἔτι ἰσχύων, ἑτοιμότατα τὸ